Ancient Greek · ~1 min
Book 45, Chapter 9
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.9.4
Not analysed yet
ταῦτά τε οὖν ἐψηφίσθη, καὶ τῷ Πομπηίῳ τῷ Σέξτῳ δύναμιν ἤδη πολλὴν ἔχοντι ἥ τε ἄδεια, καίτοι ὑπὸ τοῦ Καίσαρος ὥσπερ καὶ τοῖς ἄλλοις δοθεῖσα, ἐβεβαιώθη, καὶ τὰ χρήματα, ὅσα ἔν τε ἀργυρίῳ καὶ ἐν χρυσίῳ τὸ δημόσιον ἐκ τῆς πατρῴας αὐτοῦ οὐσίας εἰλήφει, ἀποδοθῆναι ἐγνώσθη· τῶν γὰρ χωρίων αὐτῆς τὰ πλείω Ἀντώνιος ἔχων οὐδεμίαν ἀπόδοσιν ἐποιήσατο.