Ancient Greek · ~5 min
46.16.2 to 46.16.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.16.2-5
Not analysed yet
ἐξελάλησεν. πᾶν γὰρ τοὐναντίον οἱ μὲν στασιάσαντες τότε καὶ πάντα τὰ κακὰ ἐργασάμενοι Τρεβέλλιός τε καὶ Δολοβέλλας ἦσαν, Ἀντώνιος δὲ καὶ οὕτως οὔτε τι ἠδίκησε καὶ πάνθʼ ὑπὲρ ὑμῶν ἔπραττεν ὥστε καὶ τὴν φυλακὴν τῆς πόλεως παρʼ ὑμῶν ἐπʼ αὐτοὺς ἐκείνους, οὐχ ὅπως ἀντιλέγοντος τοῦ θαυμαστοῦ τούτου ῥήτορος (παρῆν γάρʼ ἀλλὰ καὶ συναινοῦντος, ἐπετράπη. ἢ δειξάτω, τίνα φωνὴν ἔρρηξεν ὁρῶν τὸν ἀσελγῆ καὶ μιαρόν, ὡς αὐτὸς λοιδορεῖ, πρὸς τῷ μηδὲν αὐτὸν τῶν δεόντων ποιεῖν καὶ ἐξουσίαν τοσαύτην παρʼ ὑμῶν προσλαμβάνοντα. ἀλλʼ οὐκ ἂν ἔχοι δεῖξαι. οὕτω που ὁ μέγας οὗτος καὶ φιλόπολις ῥήτωρ, ὁ πανταχοῦ καὶ ἀεὶ θρυλῶν καὶ λέγων (ἐγὼ μόνος ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζομαι, ἐγὼ μόνος ὑπὲρ τῆς δημοκρατίας παρρησιάζομαι· ἐμὲ οὔτε χάρις φίλων οὔτε φόβος ἐχθρῶν ἀπείργει τοῦ μὴ οὐ τὰ συμφέροντα ὑμῖν προσκοπεῖν· ἐγώ, κἂν ἀποθανεῖν ἐν τοῖς ὑπὲρ ὑμῶν λόγοις δεήσῃ, καὶ μάλʼ ἡδέως τελευτήσὠ οὐδʼ ὁτιοῦν τούτων ὧν νῦν βοᾷ τότε εἰπεῖν ἐτόλμησεν. καὶ πάνυ εἰκότως· λογίζεσθαι γὰρ αὐτῷ ἐπῄει τοῦτο, ὅτι τοὺς μὲν ῥαβδούχους καὶ τὸ ἔσθημα τὸ περιπόρφυρον κατὰ τὰ πάτρια τὰ περὶ τῶν ἱππάρχων νενομισμένα εἶχε, τῷ δὲ δὴ ξίφει καὶ τοῖς στρατιώταις κατὰ τῶν στασιαζόντων ἀναγκαίως ἐχρῆτο. τί γὰρ οὐκ ἂν τῶν δεινοτάτων ἐποίησαν εἰ μὴ τούτοις ἐκεῖνος ἐπέφρακτο, ὁπότε καὶ οὕτως αὐτοῦ κατεφρόνησάν τινες;