Ancient Greek · ~2 min
Book 46, Chapter 18
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.18.3
Not analysed yet
σκελῶν συγκρύπτῃς. οὐ γάρ που καὶ ὑπὸ σωφροσύνης τοῦτο ποιεῖς ὁ τὰ πολλὰ ἐκεῖνα περὶ τῆς τοῦ Ἀντωνίου διαίτης εἰρηκώς. τίς μὲν γὰρ οὐχ ὁρᾷ σου τὰ λεπτὰ ταῦτα χλανίδια; τίς δʼ οὐκ ὀσφραίνεται τῶν πολιῶν σου τῶν κατεκτενισμένων; τίς δʼ οὐκ οἶδεν ὅτι τὴν μὲν γυναῖκα τὴν προτέραν τὴν τεκοῦσάν σοι δύο τέκνα ἐξέβαλες, ἑτέραν δὲ ἐπεσηγάγου παρθένον ὑπεργήρως ὤν, ἵνʼ ἐκ τῆς οὐσίας αὐτῆς τὰ δανείσματα ἀποτίσῃς;