# Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.18.4-6

Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55), 46.18.4 to 46.18.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-dio-cocceianus/books-36-55/46.18.4

καὶ οὐδὲ ἐκείνην μέντοι κατέσχες, ἵνα Καιρελλίαν ἐπʼ ἀδείας ἔχῃς, ἣν τοσούτῳ πρεσβυτέραν σαυτοῦ οὖσαν ἐμοίχευσας ὅσῳ νεωτέραν τὴν κόρην ἔγημας, πρὸς ἣν καὶ αὐτὴν τοιαύτας ἐπιστολὰς γράφεις οἵας ἂν γράψειεν ἀνὴρ σκωπτόλης ἀθυρόγλωσσος πρὸς γυναῖκα ἑβδομηκοντοῦτιν πληκτιζόμενος. καὶ ταῦτα μὲν ἄλλως ἐξήχθην, ὦ πατέρες, εἰπεῖν, ἵνα μηδὲ ἐν τούτοις ἔλαττον ἔχων ἀπέλθῃ. καίτοι καὶ συμπόσιόν τι ἐτόλμησε τῷ Ἀντωνίῳ προενεγκεῖν, αὐτὸς μὲν ὕδωρ, ὥς φησι, πίνων, ἵνα τοὺς καθʼ ἡμῶν λόγους νυκτερεύων συγγράφῃ, τὸν δὲ υἱὸν ἐν τοσαύτῃ μέθῃ τρέφων ὥστε μήτε νύκτωρ μήτε μεθʼ ἡμέραν σωφρονεῖν. καὶ προσέτι καὶ τὸ στόμα αὐτοῦ διαβάλλειν ἐπεχείρησε, τοσαύτῃ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ παρὰ πάντα τὸν βίον χρώμενος ὥστε μηδὲ τῶν συγγενεστάτων ἀπέχεσθαι, ἀλλὰ τήν τε γυναῖκα προαγωγεύειν καὶ τὴν θυγατέρα μοιχεύειν.

---

Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55), ed. Earnest Cary. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0385.tlg001.local001/.
