Ancient Greek · ~7 min
46.19.1 to 46.19.7
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.19.1-7
Not analysed yet
ταῦτα μὲν οὖν ἐάσω, ἐπάνειμι δὲ ὅθεν ἐξέβην. ὁ γὰρ Ἀντώνιος ἐκεῖνος, ὃν οὗτος καταδεδράμηκεν, ἰδὼν τὸν Καίσαρα ὑπὲρ τὴν πολιτείαν ἡμῶν αἰρόμενον, ἐποίησεν αὐτὸν μηδὲν ὧν ἐνενόει πρᾶξαι, διʼ αὐτῶν ὧν χαρίζεσθαι αὐτῷ ἐδόκει. οὐδὲν γὰρ οὕτως ἀποτρέπει τινὰς ὧν ἂν μὴ ὀρθῶς ἐπιθυμοῦντες τυχεῖν διαπράσσωνται, ὡς τὸ τοὺς φοβουμένους αὐτὰ μὴ πάθωσιν ἐθελοντὰς δὴ δοκεῖν ὑπομένειν. τοῦτο μὲν γάρ, ἐξ ὧν ἀδικοῦσιν ἑαυτοῖς συνίσασιν, οὐ πιστεύουσι, πεφωρᾶσθαι δὲ νομίζοντες καὶ αἰσχύνονται καὶ φοβοῦνται, τὰ μὲν λεγόμενα ἄλλως, ὡς καὶ κολακείαν, μετʼ ἐλέγχου λαμβάνοντες, τὰ δʼ ἐξ αὐτῶν ἀποβησόμενα, ὡς καὶ ἐπιβουλήν, μετʼ αἰσχύνης ὑποπτεύοντες. ἅπερ που καὶ ὁ Ἀντώνιος ἀκριβῶς εἰδὼς πρῶτον μὲν τά τε Λυκαῖα καὶ τὴν πομπὴν ἐκείνην ἐπελέξατο, ἵνʼ ὁ Καῖσαρ ἔν τε τῷ ἀνειμένῳ τῆς γνώμης καὶ ἐν τῷ παιγνιώδει τῶν γιγνομένων ἀσφαλῶς σωφρονισθῇ, ἔπειτα δὲ καὶ τὴν ἀγορὰν καὶ τὸ βῆμα, ἵνα ἐξ αὐτῶν τῶν χωρίων αἰσχυνθῇ· τάς τε ἐντολὰς τὰς παρὰ τοῦ δήμου συνέπλασεν, ἵνʼ αὐτὰς ἀκούσας λογίσηται οὐχ ὅσα τότε ὁ Ἀντώνιος ἔλεγεν, ἀλλʼ ὅσα ἂν ὁ δῆμος ὁ Ῥωμαίων εἰπεῖν τινι ἐνετείλατο. πόθεν γὰρ ἂν ἐπίστευσε τὸν δῆμον ταῦτʼ ἐπεσταλκέναι τῳ, μήτε ἐψηφισμένον τι τοιοῦτον αὐτὸν εἰδὼς μήτε ἐπιβοῶντα αἰσθόμενος; ἀλλʼ ἔδει γὰρ αὐτὸν καὶ ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ, ἐν ᾗ πολλὰ πολλάκις ὑπὲρ τῆς ἐλευθερίας ἐβουλευσάμεθα, καὶ παρὰ τῷ βήματι, ἀφʼ οὗ μυρία ἐπὶ μυρίοις ὑπὲρ τῆς δημοκρατίας ἐπολιτευσάμεθα, ἔν τε τῇ ἑορτῇ τῶν Λυκαίων, ἵνα ἀναμνησθῇ τοῦ Ῥωμύλου, καὶ ὑπὸ τοῦ ὑπάτου, ἵνʼ ἐννοήσῃ τὰ τῶν ἀρχαίων ὑπάτων ἔργα, καὶ ἐπὶ τῷ τοῦ δήμου ὀνόματι ταῦτα ἀκοῦσαι, ἵνʼ ἐνθυμηθῇ τοῦθʼ, ὅτι οὐκ Ἄφρων οὐδὲ Γαλατῶν οὐδὲ Αἰγυπτίων ἀλλʼ αὐτῶν Ῥωμαίων τυραννεῖν ἐπεχείρει. ταῦτα αὐτὸν τὰ ῥήματα ἐπέστρεψεν, ταῦτʼ ἐταπείνωσε· καὶ τάχα ἂν τὸ διάδημα, εἴπερ τις ἄλλος αὐτῷ προσήνεγκε, λαβών, ἔπειτα διʼ ἐκεῖνα καὶ ἐκολούσθη καὶ ἔφριξε καὶ κατέδεισε.