Ancient Greek · ~2 min
Book 46, Chapter 20
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.20.3
Not analysed yet
τῶν σῶν λόγων, τὸ λοιπὸν οὐδέν ἐστι. Πομπηίῳ μὲν γὰρ ἐνεκάλεις ὅτι τῷ Μίλωνι παρὰ τὰ νενομισμένα τὴν κρίσιν ἐποίησε· σὺ δὲ οὔτε μικρὸν οὔτε μεῖζον οὐδὲν ἐκ τῶν περὶ ταῦτα τεταγμένων Λεντούλῳ παρέσχες, ἀλλὰ ἄνευ λόγου καὶ κρίσεως ἐνέβαλες ἐς τὸ δεσμωτήριον ἄνδρα ἐπιεικῆ γέροντα, πολλὰ μὲν καὶ μεγάλα πρὸς τὴν πατρίδα ἐκ προγόνων ἐνέχυρα φιλίας ἔχοντα, μηδὲν δὲ μήθʼ ὑπὸ τῆς ἡλικίας μήθʼ ὑπὸ τῶν τρόπων νεωτερίσαι