Ancient Greek · ~4 min
46.36.2 to 46.36.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.36.2-5
Not analysed yet
ἔπειτα παντελῶς ἀπετειχίσθη. δείσας οὖν ὁ Καῖσαρ μὴ βίᾳ ἁλῷ ἢ καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ὁμολογήσῃ, ἠνάγκασε τὸν Ἵρτιον συνεπιστρατεῦσαι· ὁ γὰρ Οὐίβιος ἐν τῇ Ῥώμῃ ἔτι τούς τε καταλόγους ἐποιεῖτο καὶ τοὺς νόμους τῶν Ἀντωνίων κατέλυεν. ὁρμήσαντες οὖν Βονωνίαν μὲν ἐκλειφθεῖσαν ὑπὸ τῶν φρουρῶν ἀμαχεὶ παρέλαβον, καὶ τοὺς ἱππέας τοὺς μετὰ τοῦτο ἀπαντήσαντάς σφισιν ἐτρέψαντο, ὑπὸ δὲ τοῦ πρὸς τῇ Μουτίνῃ ποταμοῦ τῆς τε ἐπʼ αὐτῷ φυλακῆς οὐχ οἷοί τε ἐγένοντο περαιτέρω προχωρῆσαι. βουλόμενοι οὖν καὶ ὣς τήν γε παρουσίαν σφῶν τῷ Δεκίμῳ, μὴ καὶ φθάσῃ τι συμβάς, δηλῶσαι, τὸ μὲν πρῶτον ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν, ἐπεὶ δὲ οὐ συνίει, ἐς ἐλασμὸν μολύβδου λεπτὸν ἐγγράψαντές τινα συνείλιξαν αὐτὸν ὥσπερ τι χαρτίον, καὶ κολυμβητῇ νυκτὸς ὑφύδρῳ διενεγκεῖν ἔδωκαν. καὶ οὕτως ὁ Δέκιμος τήν τε παρουσίαν ἅμα αὐτῶν καὶ τὴν ὑπόσχεσιν τῆς ἐπικουρίας μαθὼν ἀντεπέστειλέ σφισι τὸν αὐτὸν τρόπον, κἀκ τούτου συνεχῶς ἤδη πάντα ἀλλήλοις διεδήλουν.