Ancient Greek · ~3 min
Book 46, Chapter 4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.4
Not analysed yet
διὰ μὲν δὴ ταῦτα φυλάττεσθε τὸν ἄνθρωπον. γόης γάρ ἐστι καὶ μάγος, καὶ ἐκ μὲν τῶν κακῶν τῶν ἀλλοτρίων καὶ πλουτεῖ καὶ αὔξει, συκοφαντῶν ἕλκων σπαράττων τοὺς μηδὲν ἀδικοῦντας ὥσπερ οἱ κύνες, ἐν δὲ δὴ τῇ κοινῇ ὁμονοίᾳ ἀπορεῖ καὶ φθίνει· οὔτε γὰρ ἡ φιλία οὔθʼ ἡ εὔνοια ἡμῶν ἡ πρὸς ἀλλήλους τοιοῦτον δύνανται τρέφειν ῥήτορα. ἐπεὶ πόθεν ἄλλοθεν πεπλουτηκέναι αὐτὸν οἴεσθε, πόθεν μέγαν γεγονέναι; οὐ γάρ που καὶ ὁ πατὴρ αὐτῷ ὁ κναφεύς, ὁ τάς τε σταφυλὰς καὶ τὰς ἐλαίας ἀεί ποτε ἐργολαβῶν, ἢ γένος ἢ πλοῦτον κατέλιπεν, ἄνθρωπος ἀγαπητῶς ἔκ τε τούτων καὶ ἐκ τῶν πλυνῶν διατρεφόμενος, καὶ καθʼ ἑκάστην ἡμέραν καὶ νύκτα τῶν αἰσχίστων ἀναπιμπλάμενος. ἐν οἷς αὐτὸς τραφεὶς οὐκ ἀπεικότως τοὺς κρείσσονας αὐτοῦ καὶ πατεῖ καὶ πλύνει, λοιδορίας τισὶν ἐξ ἐργαστηρίων καὶ τριόδων ἐπιτετηδευμέναις χρώμενος.