Ancient Greek · ~4 min
Book 46, Chapter 44
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.44
Not analysed yet
καὶ τῶν τε ἱππέων τινὰ καὶ ἄλλους ὑποτοπήσαντες ἐπὶ κατασκοπῇ σφων παρεῖναι ἔσφαξαν, καὶ τὰ χωρία τῶν ἀντιγνωμονούντων σφίσιν ἐλυμαίνοντο, ἐπί τε τῇ προφάσει ταύτῃ καὶ ἄλλα πολλὰ ἐκακούργουν. πυθόμενοι οὖν οἱ βουλευταὶ τὴν ἔφοδον αὐτῶν, τά τε χρήματα αὐτοῖς πρὶν πλησιάσαι σφᾶς ἔπεμψαν, εἴ πως λαβόντες αὐτὰ ἀναχωρήσειαν, καὶ ἐπειδὴ καὶ ὣς ἠπείγοντο, ὕπατον τὸν Καίσαρα ἀπέδειξαν. οὐδὲν μέντοι οὐδὲ ἐκ τούτου ἀπώνηντο· ὧν γὰρ οὐχ ἑκόντες ἀλλʼ ἀναγκασθέντες ἔπραξαν, οὐδεμίαν σφίσι χάριν οἱ στρατιῶται ἔσχον, ἀλλὰ καὶ ἐπὶ πλεῖον, ἅτε καὶ ἐκπεφοβηκότες αὐτούς, ἐθρασύνοντο. μαθοῦσα οὖν ταῦθʼ ἡ γερουσία μετεβάλετο, καὶ ἐκείνοις τε ἀπηγόρευσε μὴ πελάσαι τῇ πόλει, ἀλλʼ ὑπὲρ πεντήκοντα καὶ ἑπτακοσίους σταδίους ἀπʼ αὐτῆς ἀποσχεῖν, καὶ αὐτοὶ τήν τε ἐσθῆτα αὖθις ἠλλάξαντο καὶ τοῖς στρατηγοῖς τὴν φυλακὴν τῆς πόλεως ἐνεχείρισαν, ὥσπερ εἴθιστο. καὶ τά τε ἄλλα ἐν φρουρᾷ ἐποιήσαντο, καὶ τὸ Ἰανίκουλον μετά τε τῶν αὐτόθι στρατιωτῶν καὶ μεθʼ ἑτέρων ἐκ τῆς Ἀφρικῆς ἐπελθόντων προκατέλαβον.