Ancient Greek · ~4 min
46.48.1 to 46.48.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.48.1-3
Not analysed yet
οὗτος οὖν ὁ Καῖσαρ ἐπειδὴ τάχιστα τούς τε στρατιώτας ᾠκειώσατο καὶ τὴν βουλὴν ἐδουλώσατο, πρός τε τὴν τοῦ πατρὸς τιμωρίαν ἐτράπετο, καὶ φοβηθεὶς μή πῃ τὸν ὅμιλον διὰ τοῦτʼ ἐκταράξῃ, οὐ πρότερον τὴν ἑαυτοῦ γνώμην ἐξέφηνε πρὶν τὴν ἀπόδοσιν τῶν καταλειφθέντων σφίσι ποιήσασθαι. ὡς δὲ καὶ ἐκεῖνοι τοῖς χρήμασι, καίπερ ἔκ τε τῶν κοινῶν οὖσι καὶ ἐπὶ τῇ τοῦ πολέμου προφάσει συναχθεῖσι, κατελήφθησαν, οὕτω δὴ τοὺς σφαγέας μετῆλθε. καὶ ἵνα γε μὴ βιαίως ἀλλʼ ἐν δίκῃ τινὶ ποιεῖν αὐτὸ δόξῃ, νόμον τέ τινα περὶ τῆς κρίσεως αὐτῶν ἐσήνεγκε καὶ δικαστήρια καὶ ἀποῦσί σφισιν ἐκάθισεν. οἵ τε γὰρ πλείους αὐτῶν ἀπεδήμουν, καί τινες καὶ ἡγεμονίας ἐθνῶν εἶχον· καὶ οἱ παρόντες οὔτʼ ἀπήντησαν ὑπὸ τοῦ δέους, καὶ προσέτι καὶ διαλαθόντες ἐξεχώρησαν. ἐρήμην οὖν οὐχ ὅπως οἵ τε αὐτόχειρες τοῦ Καίσαρος γενόμενοι καὶ οἱ συνομόσαντές σφισιν, ἀλλὰ καὶ ἄλλοι πολλοί, οὐχ ὅτι μὴ ἐπιβουλεύσαντες τῷ Καίσαρι ἀλλʼ