Ancient Greek · ~2 min
Book 46, Chapter 49
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.49.2
Not analysed yet
ἀθροισθέντος, καὶ οὕτως ἑάλω. ἐπειδή τε ὁ Τίτιος οὐκ ἐς μακρὰν ἐτελεύτησεν, ἐβεβαιώθη τὸ ἀπὸ τοῦ ἀρχαίου τετηρημένον· οὐδεὶς γὰρ ἐς ἐκεῖνο τοῦ χρόνου συνάρχοντά τινα καταλύσας ἀπηνιαύτισεν, ἀλλὰ τοῦτο μὲν ὁ Βροῦτος ἐπὶ τῇ τοῦ Κολλατίνου καταπαύσει ἐπαπέθανε, τοῦτο δὲ ὁ Γράκχος ἐπὶ τῇ τοῦ Ὀκταουίου καταλύσει ἀπεσφάγη, ὅ τε Κίννας ὁ τόν τε Μάρυλλον καὶ τὸν Φλάουιον ἀπαλλάξας οὐκ ἐς μακρὰν ἀπεφθάρη.