Ancient Greek · ~5 min
Book 46, Chapter 51
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.51
Not analysed yet
ἐβούλοντο. ἀμέλει τόν τε Σιλανὸν ὁ Λέπιδος ἐπὶ τῇ τοῦ Ἀντωνίου συμμαχίᾳ διεμέμψατο, καὶ αὐτῷ ἐκείνῳ ἐλθόντι οὐκ εὐθὺς ἐς λόγους ἀφίκετο, ἀλλὰ καὶ τῇ γερουσίᾳ προσκατηγορῶν αὐτοῦ ἐπέστειλεν, ὥστε καὶ ἐπαίνους ἐκ τούτου καὶ τὴν ἡγεμονίαν τοῦ πρὸς αὐτὸν πολέμου λαβεῖν. τὸν μὲν δὴ ἄλλον χρόνον διὰ ταῦτα οὔτε προσίετο τὸν Ἀντώνιον οὔτε ἀπεωθεῖτο, ἀλλὰ περιεώρα μὲν ἐγγὺς ὄντα καὶ τοῖς συστρατευομένοις οἱ προσομιλοῦντα, οὐ μέντοι καὶ ἐς λόγους αὐτῷ ᾔει· ἐπειδὴ δὲ τὴν ὁμολογίαν αὐτοῦ τὴν πρὸς τὸν Καίσαρα ἐπύθετο, τότε καὶ αὐτὸς ἀμφοτέροις σφίσι συνηνέχθη. μαθὼν δὲ τὸ γιγνόμενον Μᾶρκος Ἰουουέντιος ὑποστράτηγος αὐτοῦ τὰ μὲν πρῶτα ἀποτρέπειν αὐτὸν ἐπειρᾶτο, ὡς δʼ οὐκ ἔπεισεν, αὐτὸς ἑαυτὸν τῶν στρατιωτῶν ὁρώντων κατεχρήσατο. καὶ ἐκείνῳ μὲν ἐπαίνους τε ἐπὶ τούτῳ ἡ βουλὴ καὶ ἀνδριάντα τήν τε ταφὴν τὴν δημοσίαν ἐψηφίσατο, τὸν δὲ δὴ Λέπιδον τήν τε εἰκόνα τὴν ἐν τῷ βήματι ἱδρυμένην ἀφείλοντο καὶ πολέμιον ἐποιήσαντο· καί τινα καὶ ἡμέραν τοῖς συνοῦσιν αὐτῷ προέθεντο, πόλεμόν σφισιν ἀπειλήσαντες ἂν μὴ ἐντὸς ἐκείνης ἐγκαταλείπωσιν αὐτόν. πρὸς δʼ ἔτι τήν τε ἐσθῆτα αὖθις μετέβαλον (ἐπὶ γὰρ τῇ τοῦ Καίσαρος ὑπατείᾳ τὴν ἀστικὴν ἀνειλήφεσανʼ καὶ τὸν Βροῦτον τὸν Μᾶρκον τόν τε Κάσσιον καὶ τὸν Σέξτον ἐπʼ αὐτοὺς μετεπέμψαντο· ἐπειδή τε ἐκεῖνοι χρονιεῖν ἐδόκουν, τῷ Καίσαρι, ἀγνοίᾳ τῆς συνωμοσίας