Ancient Greek · ~3 min
46.56.2 to 46.56.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.56.2-4
Not analysed yet
τὸν Κάσσιον στρατεύσασθαι. καὶ αὐτὰ καὶ ὅρκοις ἐπιστώσαντο. καὶ μετὰ τοῦτο τοὺς στρατιώτας, ὅπως καὶ ἐπήκοοι δῆθεν καὶ μάρτυρες τῶν ὡμολογημένων σφίσι γένωνται, συγκαλέσαντες ἐδημηγόρησαν ὅσα καὶ εὐπρεπὲς καὶ ἀσφαλὲς ἦν αὐτοῖς εἰπεῖν. κἀν τούτῳ οἱ τοῦ Ἀντωνίου στρατιῶται τὴν θυγατέρα τὴν τῆς Φουλουίας τῆς γυναικὸς αὐτοῦ, ἣν ἐκ τοῦ Κλωδίου εἶχε, τῷ Καίσαρι καίτοι ἑτέραν ἠγγυημένῳ προεξένησαν, τοῦ Ἀντωνίου δῆλον ὅτι τοῦτο κατασκευάσαντος. καὶ ὃς οὐκ ἀπηρνήσατο· οὐδὲ γὰρ ἐμποδισθήσεσθαί τι ἐκ τῆς ἐπιγαμίας πρὸς ἃ κατὰ τοῦ Ἀντωνίου πράξειν ἤμελλεν ἐνόμισε· τά τε γὰρ ἄλλα καὶ τὸν πατέρα τὸν Καίσαρα οὐδέν τι ἧττον ἐκ τῆς πρὸς τὸν Πομπήιον συγγενείας πάνθʼ ὅσα ἠθέλησε κατʼ αὐτοῦ πράξαντα ἠπίστατο.