Ancient Greek · ~4 min
Book 46, Chapter 6
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 46.6
Not analysed yet
ἐγὼ δὲ ὑπὲρ μὲν ἐκείνων μετὰ ταῦτα ἃ προσήκει πάντα ἐρῶ, τοῦτον δὲ ἐν τῷ παρόντι ἀνερέσθαι τι βούλομαι. οὐ σὺ μέντοι ἔν τε τοῖς ἀλλοτρίοις κακοῖς ἐντέθραψαι καὶ ἐν ταῖς τῶν πέλας συμφοραῖς ἐκπεπαίδευσαι, καὶ διὰ τοῦτο ἐλευθέριον μὲν μάθημα οὐδὲν ἐπίστασαι, συνέδριον δέ τι κατασκευάσας ἐνταῦθα ὥσπερ αἱ πόρναι τὸν δώσοντά τι ἀεὶ ἀναμένεις, καὶ προσαγωγέας τῶν λημμάτων πολλοὺς ἔχων πολυπραγμονεῖς τίς τίνα ἠδίκηκεν ἢ δοκεῖ γε ἠδικηκέναι, τίς τίνα μισεῖ, τίς τίνι ἐπιβουλεύει; καὶ τούτοις συναίρῃ, καὶ διὰ τούτων τρέφῃ, πωλῶν μὲν αὐτοῖς τὰς παρὰ τῆς τύχης ἐλπίδας, ἐργολαβῶν δὲ καὶ τὰς τῶν δικαστῶν ἀποφάσεις, καὶ φίλον μὲν μόνον τὸν τὸ πλέον ἀεὶ διδόντα, ἐχθροὺς δὲ δὴ πάντας τοὺς ἀπράγμονας ἢ καὶ ἄλλῳ τινὶ συνηγόρῳ χρωμένους νομίζων, καὶ τοὺς μὲν ἐν χερσὶν ἤδη ὄντας οὐδʼ εἰδέναι δοκῶν, ἀλλὰ καὶ διʼ ὄχλου ποιούμενος, τοὺς δʼ ἄρτι προσιόντας σαίνων καὶ γελῶν ὥσπερ αἱ πανδοκεύτριαι.