Ancient Greek · ~4 min
Book 47, Chapter 1
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 47.1
Not analysed yet
ταῦτʼ οὖν συνθέμενοι καὶ συνομόσαντες ἐς τὴν Ῥώμην, δόξῃ μὲν ὡς καὶ πάντες ἀπὸ τῆς ἴσης ἄρξοντες, γνώμῃ δὲ ὡς καὶ αὐτὸς ἕκαστος πᾶν τὸ κράτος ἕξων, ἠπείγοντο, καίπερ ἐναργέστατα μὲν καὶ πρότερον, σαφέστατα δὲ καὶ τότε τὸ μέλλον ἔσεσθαι προμαθόντες· τῷ μὲν γὰρ Λεπίδῳ ὄφις τέ τις ξίφει ἑκατοντάρχου περιπλακεὶς καὶ λύκος ἔς τε τὸ στρατόπεδον καὶ ἐς τὴν σκηνὴν δειπνοποιουμένου αὐτοῦ ἐσελθὼν καὶ τὴν τράπεζαν καταβαλὼν τήν τε ἰσχὺν ἅμα καὶ τὴν δυσχέρειαν τὴν ἐπʼ αὐτῇ προεσήμηνεν, τῷ δʼ Ἀντωνίῳ γάλα τε πέριξ περὶ τὸ τάφρευμα περιρρυὲν καὶ συνῳδία τις νυκτὸς περιηχήσασα τάς τε θυμηδίας καὶ τὸν ὄλεθρον τὸν ἀπʼ αὐτῶν προέδειξεν. ἐκείνοις μὲν οὖν ταῦτα πρὶν ἐς τὴν Ἰταλίαν ἐλθεῖν ἐγένετο· τῷ δὲ δὴ Καίσαρι τότε εὐθὺς ἐπὶ ταῖς συνθήκαις ἀετὸς ὑπέρ τε τῆς σκηνῆς αὐτοῦ ἱδρυθείς, καὶ δύο κόρακας προσπεσόντας οἱ τίλλειν τε τῶν πτερῶν πειρωμένους ἀποκτείνας, τὴν νίκην κατʼ ἀμφοτέρων αὐτῶν ἔδωκε.