Ancient Greek · ~1 min
Book 47, Chapter 13
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 47.13.1
Not analysed yet
ὅθενπερ συχνοὶ πρὸς αὐτὸν ἦλθον. ἀριθμὸν γὰρ οὔτε τῶν προγραφέντων οὔτε τῶν φονευθέντων ἢ καὶ διαφυγόντων οὐδὲ νῦν ἔγραψα, ὅτι πολλοὶ μὲν τῶν τὸ πρῶτον ἐς τὰ λευκώματα ἐγγραφέντων ἀπηλίφησαν, πολλοὶ δὲ ὕστερον ἀντʼ αὐτῶν ἀντενεγράφησαν, καὶ τούτων τε οὐκ ὀλίγοι διεσώθησαν καὶ ἄλλοι συχνοὶ διεφθάρησαν.