Ancient Greek · ~4 min
Book 47, Chapter 15
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 47.15
Not analysed yet
περὶ μὲν οὖν τὰ κτήματα τοῦθʼ οὕτως ἐγίγνετο, τὰς δὲ ἀρχὰς τάς τε ἱερωσυνας τῶν θανατωθέντων οὐ πρὸς τὸ νομιζόμενον ἐκ τῶν νόμων, ἀλλʼ ὥς που καὶ ἔδοξεν αὐτοῖς, διέδοσαν. καὶ ὑπάτους τε, τοῦ μὲν Καίσαρος τὴν ἀρχὴν ἀπειπόντος (ἧς γὰρ οὕτως ἐπεθύμησεν ὥστε καὶ πολεμῆσαι δι’ αὐτήν, ταύτης ἑκὼν ἐξέστἠ τοῦ δὲ συνάρχοντος αὐτοῦ μεταλλάξαντος, ἄλλον τέ τινα καὶ τὸν Οὐεντίδιον τὸν Πούπλιον καίπερ στρατηγοῦντα ἀπέδειξαν, ἔς τε τὴν στρατηγίαν αὐτοῦ τῶν ἀγορανομούντων τινὰ ἐσήγαγον· καὶ πάντας μετὰ τοῦτο τοὺς στρατηγούς, πέντε ἡμέρας ἔτι ἄρχοντας, παύσαντες ἐκείνους μὲν ἐς τὰς ἡγεμονίας τῶν ἐθνῶν ἔστειλαν, ἑτέρους δὲ ἀντʼ αὐτῶν ἀντικατέστησαν. νόμους τε τοὺς μὲν ἀπήλειψαν τοὺς δὲ ἀντενέγραψαν. καὶ συνελόντι εἰπεῖν, καὶ τἆλλα πάντα ὅπως ποτὲ καὶ ἐδόκει αὐτοῖς ἔπρασσον· τῶν μὲν γὰρ ἐπικλήσεων τῶν ἐπιφθόνων καὶ διὰ τοῦτο καταλυθεισῶν οὐκ ἀντεποιήσαντο, τὰ δὲ δὴ πράγματα πρός τε τὸ βούλημα καὶ πρὸς τὸ ἐπιθύμημα τὸ ἑαυτῶν διῆγον, ὥστε χρυσὸν τὴν τοῦ Καίσαρος μοναρχίαν φανῆναι. τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον ταῦτά τε οὕτως ἐποίησαν, καὶ νεὼν τῷ τε Σαράπιδι καὶ τῇ Ἴσιδι