Ancient Greek · ~3 min
47.44.2 to 47.44.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 47.44.2-4
Not analysed yet
καί τινες τάς τε ἀσπίδας ἀπερρίπτουν, καὶ ἀντιλαμβανόμενοι τῶν ἀντιτεταγμένων οἱ μὲν ἔκ τε τῶν κρανῶν αὐτοὺς ἦγχον καὶ κατὰ νώτου ἔπαιον, οἱ δὲ τά τε προβλήματα ἀπέσπων καὶ ἐς τὰ στήθη ἔτυπτον. ἄλλοι τῶν ξιφῶν αὐτῶν λαμβανόμενοι τὰ σφέτερα ὡς καὶ ἐς ἀόπλους σφᾶς ἐώθουν· καὶ ἕτεροι τρωθῆναί τι μέρος τῶν σωματων σφῶν προβάλλοντες ἑτοιμότερον τῷ λοιπῷ ἐχρῶντο. συμπλεκόμενοί τέ τινες τὸ μὲν παίειν ἀλλήλους ἀφῃροῦντο, τῇ δὲ δὴ συμμίξει καὶ τῶν ξιφῶν καὶ τῶν σωμάτων διώλλυντο. καὶ οἱ μὲν μιᾷ πληγῇ οἱ δὲ καὶ πολλαῖς ἔθνησκον, καὶ οὔτε τῶν τραυμάτων αἴσθησιν εἶχον, τὸ γὰρ ἀλγῆσον ὁ θάνατος προελάμβανεν, οὔτε τοῦ ὀλέθρου σφῶν ὀλοφυρμὸν ἐποιοῦντο, ἐς γὰρ τὸ λυπῆσον οὐκ ἐξικνοῦντο. ἄλλος τις ἀποκτείνας τινὰ οὐδʼ ἀποθανεῖσθαί ποτε ὑπὸ τῆς αὐτίκα περιχαρείας ἤλπιζε· καὶ ὁ ἀεὶ πίπτων ἔς τε τὸ ἀναίσθητον καθίστατο καὶ σύνεσιν τοῦ πάθους οὐκ ἐλάμβανεν.