Ancient Greek · ~2 min
Book 47, Chapter 9
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 47.9.2
Not analysed yet
γέρα ἔλαβον. οἷα γὰρ οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ τριῶν πρός τε τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἑκάστου καὶ πρὸς τὸ ἴδιον συμφέρον πάντα ποιούντων, καὶ μήτε τοὺς αὐτοὺς ἐχθροὺς ἢ φίλους ἡγουμένων, σωθῆναί τε πολλάκις ὃν ὁ ἕτερος ἀπολέσθαι, καὶ φθαρῆναι αὖ ὃν ὁ ἕτερος περιγενέσθαι ἤθελε, σπουδαζόντων, πολλὰ καὶ ποικίλα συνέβαινεν, ὥς που καὶ εὐνοίας ἢ μίσους πρός τινα ἔχοντες ἦσαν.