Ancient Greek · ~2 min
48.1.2 to 48.1.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.1.2-3
Not analysed yet
παθεῖν. ὁ δὲ δὴ Καῖσαρ καὶ ὁ Ἀντώνιος τοῦ μὲν Λεπίδου παραχρῆμα, ἅτε μὴ συννικήσαντός σφισιν, ἐπλεονέκτησαν, ἔμελλον δὲ καὶ ἐπʼ ἀλλήλους οὐκ ἐς μακρὰν τρέψεσθαι· χαλεπὸν γὰρ ἄνδρας τρεῖς ἢ καὶ δύο ὁμοτίμους, ἐγκρατεῖς τηλικούτων ἐκ πολέμου πραγμάτων γενομένους, ὁμονοῆσαι. καὶ διὰ τοῦτο ὅσα τέως ἐπὶ τῇ τῶν ἀνθισταμένων σφίσι καταλύσει συμφρονήσαντες κατέπραξαν, ταῦτα τότε ἆθλα τῆς πρὸς ἀλλήλους φιλοτιμίας ἤρξαντο ποιεῖσθαι. τήν τε γὰρ ἀρχὴν αὐτίκα ἀνεδάσαντο, καὶ Καίσαρι μὲν ἥ τε Ἰβηρία καὶ ἡ Νουμιδία, Ἀντωνίῳ δὲ ἥ τε Γαλατία καὶ ἡ Ἀφρικὴ ἐγένετο· καὶ συνέθεντο ὥστʼ, ἄν τινα ἀγανάκτησιν ὁ Λέπιδος ἐπὶ τούτῳ