Ancient Greek · ~4 min
Book 48, Chapter 11
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.11
Not analysed yet
ἐκεῖνα τῷ Καίσαρι προσίστασθαι. οὐ μέντοι ἔχων ὅπως αὐτοὺς καταλύσῃ (οὐ γὰρ μόνον τῇ δυνάμει ἀλλὰ καὶ τῇ παρὰ τῶν ἄλλων εὐνοίᾳ πολὺ αὐτῶν ἠλαττοῦτο· αὐτὸς μὲν γὰρ πολλοὺς ἐλύπει, ἐκεῖνοι δὲ πάντας ἐπήλπιζονʼ πολλάκις μέν σφας ἰδίᾳ διὰ τῶν φίλων ἐς τὰς καταλλαγὰς προεκαλέσατο, ὡς δʼ οὐδὲν ἤνυτεν, ἐκ τῶν ἐστρατευμένων πρέσβεις πρὸς αὐτοὺς ἀπέστειλε. μάλιστα μὲν γὰρ τεύξεσθαί τε αὐτῶν καὶ τὰ παρόντα καταστήσεσθαι ἔς τε τὸ ἔπειτα ἀντισχύσειν ἐκ τούτου ἤλπισεν· ἂν δὲ δὴ καὶ διαμάρτῃ σφῶν, τὴν γοῦν αἰτίαν τῆς διαφορᾶς οὐκ αὐτὸς ἀλλʼ ἐκείνους ἕξειν ἐνόμισεν. ὃ καὶ ἐγένετο. ἐπειδὴ γὰρ οὐδὲν οὐδὲ διὰ τῶν στρατιωτῶν ἐπέρανε, βουλευτὰς ἔστειλε, τάς τε συνθήκας σφίσι τὰς πρὸς τὸν Ἀντώνιον αὐτῷ γενομένας ἐκφήνας καὶ δικαστὰς τῶν διαφορῶν δῆθεν αὐτοὺς ποιήσας. ὡς δʼ οὐδὲν οὐδὲ τότε ἐπράχθη (καὶ γὰρ ἐκεῖνοι τοῦτο μὲν πολλὰ καὶ ὅσα ὁ Καῖσαρ οὐκ ἔμελλε ποιήσειν ἀντιπροετείνοντο, τοῦτο δὲ πάνθʼ ὅσα ἐποίουν, ἐκ τῆς τοῦ Ἀντωνίου τοῦ Μάρκου ἐντολῆς πράττειν ἔλεγονʼ, οὕτω δὴ πρὸς τοὺς ἐστρατευμένους αὖθις ἀπέκλινε.