Ancient Greek · ~2 min
Book 48, Chapter 13
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.13.1
Not analysed yet
ὅ τε οὖν Καῖσαρ παρεσκευάζετο, καὶ ἡ Φουλουία καὶ ὁ Λούκιος τά τε πρόσφορα ἐπορίζοντο καὶ τὰς δυνάμεις συνεκρότουν. κἀν τούτῳ καὶ ἀντεπρεσβεύοντο καὶ διέπεμπον ἑκασταχόσε καὶ στρατιώτας καὶ στρατιάρχους ἑκάτεροι, καὶ τὰ μὲν προκατελάμβανον τῶν δʼ ἀπεκρούοντο. καὶ αὐτῶν ἐγὼ τὰ μὲν πολλά, καὶ ἐν οἷς οὔτε τι μέγα οὔτʼ ἀξιόλογον ἐπράχθη, παρήσω, τὰ δὲ δὴ λόγου μάλιστα ἄξια συντόμως διηγήσομαι.