Ancient Greek · ~6 min
Book 48, Chapter 14
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.14
Not analysed yet
καὶ οἱ μὲν ταῦτʼ ἔπραττον, ὁ δὲ Λούκιος ὡς τότε ἐκ τῆς Ῥώμης ἀπῆρεν, ὥρμησε μὲν ἐς τὴν Γαλατίαν, εἰρχθεὶς δὲ τῆς ὁδοῦ πρὸς Περουσίαν Τυρσηνίδα πόλιν ἀπετράπετο· καὶ αὐτὸν ἐνταῦθα πρότεροι μὲν οἱ ὕπαρχοι τοῦ Καίσαρος, ἔπειτα δὲ καὶ αὐτὸς ἐκεῖνος ἀπολαβόντες ἐπολιόρκουν. χρονίου δὲ δὴ τῆς προσεδρείας σφίσι γιγνομένης (τό τε γὰρ χωρίον τῇ τε φύσει καρτερόν ἐστι καὶ τοῖς ἐπιτηδείοις ἱκανῶς παρεσκεύαστο, καὶ ἱππῆς προεκπεμφθέντες ὑπʼ αὐτοῦ, πρὶν παντελῶς περιστοιχισθῆναι, δεινῶς σφας ἐλύπουν, καὶ προσέτι καὶ ἕτεροι πολλοὶ σπουδῇ ἄλλος ἄλλοθεν ἐπήμυνον αὐτᾦ πολλὰ μὲν πρὸς τούτους ὡς ἑκάστους, πολλὰ δὲ καὶ πρὸς τοῖς τείχεσιν ἐπράχθη, μέχρις οὗ καίτοι πλεονεκτοῦντες τὰ πλείω οἱ περὶ τὸν Λούκιον ὅμως ὑπὸ λιμοῦ ἑάλωσαν. καὶ αὐτὸς μὲν ἄλλοι τέ τινες ἄδειαν εὕροντο, οἱ δὲ δὴ πλείους τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων ἐφθάρησαν. καὶ λόγος γε ἔχει ὅτι οὐδʼ ἁπλῶς τοῦτο ἔπαθον, ἀλλʼ ἐπὶ τὸν βωμὸν τὸν τῷ Καίσαρι τῷ προτέρῳ ὡσιωμένον ἀχθέντες ἱππῆς τε τριακόσιοι καὶ βουλευταὶ ἄλλοι τε καὶ ὁ Καννούτιος ὁ Τιβέριος, ὅς ποτε ἐν τῇ δημαρχίᾳ τὸ πλῆθος τῷ Καίσαρι τῷ Ὀκταουιανῷ ἤθροισεν, ἐτύθησαν. τῶν δὲ Περουσίνων καὶ τῶν ἄλλων τῶν ἐκεῖ ἁλόντων οἱ πλείους ἀπώλοντο, καὶ ἡ πόλις αὐτή, πλὴν τοῦ Ἡφαιστείου τοῦ τε τῆς Ἥρας ἕδους, πᾶσα κατεκαύθη. τοῦτο δέ (ἐσώθη γάρ πως κατὰ τύχηνʼ ἀνήχθη τε ἐς τὴν Ῥώμην ἐξ ὄψεως ὀνείρου ἣν ὁ Καῖσαρ εἶδε καὶ παρέσχε καὶ τῇ πόλει πρὸς τῶν βουλομένων συνοικισθῆναι, πλὴν ὅτι τῆς χώρας οὐδὲν ὑπὲρ ἑπτὰ καὶ ἥμισυ σταδίους ἐκτήσαντο.