Ancient Greek · ~2 min
Book 48, Chapter 22
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.22.3
Not analysed yet
γράμμασι προσενεγράφετὀ, ὡς οὖν ταῦτά τε οὕτως ἐγένετο καὶ ἡ Φουλουία τὴν Ἀφρικὴν αὐτῷ παραλαβεῖν ἐκέλευσεν (ἐν γὰρ τῇ Λιβύῃ καὶ τότε ἔτι, πρόφασιν μὲν διὰ τὸν χειμῶνα, ἔργῳ δὲ εὖ εἰδὼς ὅτι νεωτερισθήσοιτό τι, ἐνδιέτριψἐ, τὸν μὲν Φάγγωνα οὐκ ἔπεισε τῆς χώρας ἐκστῆναι, τοὺς δὲ ἐπιχωρίους ἀχθομένους οἱ (ἔν τε γὰρ τῷ μισθοφορικῷ ἐστράτευτο· πολλοὶ γὰρ καὶ τῶν τοιούτων ἐς τὸ βουλευτήριον, ὥσπερ εἴρηταί μοι, κατελελέχατο· καὶ κακῶς αὐτῶν ἦρχἐ προσηταιρίσατο.