Ancient Greek · ~2 min
Book 48, Chapter 24
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.24.3
Not analysed yet
Ἐφέσῳ Ἀρτεμισίου ἀποσπάσας ἀπέκτεινε. καὶ τέλος Πλάγκον μὲν ἐν τῇ Ἀσίᾳ τῷ ἔθνει, Σάξαν δὲ ἐν τῇ Συρίᾳ καταλιπὼν ἐς τὴν Αἴγυπτον ἀπῆρεν. ὅθενπερ καὶ τὰ μάλιστα ἄλλα τε ταραχώδη πολλὰ ἐπεγένετο, ὥστε καὶ τοὺς Ἀραδίους τοὺς νησιώτας μήθʼ ὑπακοῦσαί τι τοῖς ὑπʼ αὐτοῦ πρὸς σφᾶς ἐπὶ χρήματα πεμφθεῖσι, καὶ προσέτι καὶ φθεῖραί τινας αὐτῶν, καὶ οἱ Πάρθοι καὶ πρὶν