Ancient Greek · ~4 min
48.31.1 to 48.31.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.31.1-4
Not analysed yet
καὶ ὁ μὲν ταῦτʼ ἐποίει· οἱ δὲ ἐν τῇ Ῥώμῃ, ὡς ἥ τε Σαρδὼ εἴχετο καὶ ἡ παραλία ἐπορθεῖτο, τῆς τε σιτοπομπίας ἐστέρηντο, καὶ ὁ λιμὸς τά τε τέλη πολλὰ καὶ παντοῖα καθιστάμενα καὶ προσέτι καὶ συντέλειαι τοῖς τοὺς δούλους ἔχουσι προστασσόμεναι δεινῶς αὐτοὺς ἐλύπουν, οὐκέθʼ ἡσύχαζον, ἀλλʼ ὅσον ἐπὶ ταῖς τοῦ Ἀντωνίου καὶ τοῦ Καίσαρος καταλλαγαῖς, ὡς καὶ σφετέρας εἰρήνης τῆς ἐκείνων ὁμονοίας οὔσης, ἥσθησαν, τοσοῦτον ἢ καὶ πλεῖον ἐπὶ τῷ πρὸς τὸν Σέξτον σφῶν πολέμῳ ἤσχαλλον. ἐν δʼ οὖν τῷ τότε ἐπί τε ἵππων αὐτοὺς ὥσπερ ἐν ἐπινικίοις τισὶν ἐσαγαγόντες, καὶ τῇ νικητηρίᾳ στολῇ ἐξ ἴσου τοῖς πέμψασιν αὐτὰ κοσμήσαντες, τάς τε πανηγύρεις ἐπὶ τῶν ἀρχικῶν δίφρων θεωρεῖν ποιήσαντες, καὶ τὴν Ὀκταουίαν τὴν τοῦ Καίσαρος ἀδελφὴν γυναῖκα τῷ Ἀντωνίῳ, ἐπειδὴ ὁ ἀνὴρ αὐτῆς ἐτετελευτήκει, καὶ κυοῦσαν προμνησάμενοι, τοσαύτῃ μεταβολῇ ἐχρήσαντο ὥστε τὸ μὲν πρῶτον κατὰ συστάσεις γιγνόμενοι ἢ καὶ ἐπὶ θέαν τινὰ ἀθροιζόμενοι παρεκάλουν σφᾶς εἰρηνῆσαι καὶ πολλὰ ἐπὶ τούτῳ ἐπεβόων, ὡς δὲ οὐκ ἐπείθοντο, ἠλλοτριώθησάν τε αὐτοῖς καὶ πρὸς τὸν