Ancient Greek · ~1 min
Book 48, Chapter 31
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.31.6
Not analysed yet
ὡς καὶ ἀποκτενοῦντές σφας ὥρμησαν. καὶ ὁ μὲν Καῖσαρ, καίτοι τρωθέντων τῶν ἀμφʼ αὐτὸν ὄντων, τήν τε ἐσθῆτα περιερρήξατο καὶ πρὸς ἱκετείαν αὐτῶν ἐτράπετο, ὁ δʼ Ἀντώνιος βιαιότερόν σφισι προσηνέχθη. καὶ διὰ τοῦτο ὅτι μάλιστα ὀργισθέντων τέ σφων καὶ ἐπὶ τούτῳ καὶ δεινόν τι πράξειν προσδοκηθέντων, ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι.