Ancient Greek · ~5 min
Book 48, Chapter 9
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 48.9
Not analysed yet
πραχθέντος δὲ τούτου ἡ μὲν γερουσία καὶ οἱ ἄλλοι οἱ μηδενὸς στερόμενοι πρᾴως πως πρὸς αὐτὸν ἔσχον, οἱ δὲ ἐστρατευμένοι τήν τε φειδὼ καὶ τὴν τιμὴν τὴν ἐς ἐκείνους ἀτιμίαν τε ἅμα καὶ ζημίαν ἑαυτῶν, ὡς καὶ ἐλάττω ληψομένων, νομίζοντες εἶναι ἐδυσχέραινον, καὶ τῶν τε ἑκατοντάρχων καὶ τῶν ἄλλων τῶν ἐπιτηδείως τε τῷ Καίσαρι ἐχόντων καὶ θορυβεῖν αὐτοὺς κωλυόντων συχνοὺς ἀπέκτειναν, αὐτόν τε ἐκεῖνον παρʼ ὀλίγον ἦλθον ἀποχρήσασθαι, πᾶσαν αὐτάρκη πρόφασιν τῆς ὀργῆς ποιούμενοι. καὶ οὐ πρότερόν γε ἐπαύσαντο χαλεπαίνοντες πρὶν τοῖς τε συγγενέσι σφῶν καὶ τοῖς τῶν ἐν ταῖς μάχαις πεσόντων πατράσι καὶ παισὶ τὴν χώραν, ὅσην τινὲς αὐτῶν εἶχον, ἀφεθῆναι. ἐκ δὲ τούτου τὰ μὲν τῶν στρατιωτῶν ἐπιτηδειότερά οἱ αὖθις ἐγένετο, ὁ δὲ δῆμος κατʼ αὐτὸ δὴ τοῦτο πάλιν ἠγανάκτει. καὶ ἔς τε χεῖρας αὐτοῖς ᾖσαν καὶ μάχαι σφῶν συνεχεῖς ἐγίγνοντο, ὥστε καὶ τιτρώσκεσθαι καὶ ἀποθνήσκειν παρʼ ἀμφοτέρων ὁμοίως πολλούς. οἱ μὲν γὰρ δὴ τῇ τε τῶν ὅπλων παρασκευῇ καὶ τῇ τῶν πολέμων ἐμπειρίᾳ, οἱ δὲ τῷ τε πλήθει καὶ τῷ καὶ ἀπὸ τῶν τεγῶν αὐτοὺς βάλλειν ἐπεκράτουν, ὥστε καὶ οἰκίας διὰ τοῦτο συχνὰς καταπρησθῆναι, καὶ τὸ ἐνοίκιον τοῖς μὲν ἐν τῷ ἄστει μέχρι πεντακοσίων δραχμῶν οἰκοῦσι πᾶν, τοῖς δʼ ἐν τῇ λοιπῇ Ἰταλίᾳ κατὰ τὸ τέταρτον ἐνιαυτοῦ ἑνὸς ἀνεθῆναι. ἐν πάσαις γὰρ δὴ ταῖς πόλεσιν ὁμοίως, ὅπῃ ποτὲ συντύχοιεν ἀλλήλοις, ἐμάχοντο.