Ancient Greek
59.25.5b to 59.25.6
Cassius Dio Cocceianus, Historiae Romanae (versio 2 in volumine 2) 59.25.5b-6
Not analysed yet
[Exc. Vat.] ὅτι ὁ αὐτὸς Γάιος συλλαβὼν Κεριάλιον καὶ τὸν υἱὸν αὐτοῦ Παπίνιον βουλευτὰς ἐτιμωρήσατο, ὥστε ἐξειπεῖν τὰς κατ' αὐτοῦ γινομένας ἐπιβουλάς. καὶ ὁ μὲν Κεριάλιος παντελῶς οὐδὲν εἶπεν, παραχρῆμα δὲ ἐπ' ὄψεσιν αὐτοῦ ἀνῃρέθησαν. ἐν οἷς ἦν καὶ Βάσσος· καὶ παρεσκεύασε τὸν πατέρα αὐτοῦ μὴ ψευδῶς κατηγορηθέντα μηδὲ ἔγκλημα ἔχοντα [Exc. Vat.] παρεῖναι, ἵνα θεάσηται τὴν ἀναίρεσιν τοῦ παιδός. πυθομένου δὲ τοῦ γέροντος εἰ ἔξεστιν αὐτῷ μύσαι τοὺς ἀφροδισίους, ἐκέλευσε μετὰ τὸ φονευθῆναι τούτους κἀκεῖνον φονευθῆναι.