# Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 27

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, Section 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-iatrosophista/text/27

Διὰ τί αἱ ἐπ᾽ εὐθείας κινήσεις οὐ ποιοῦσιν ἰλίγγους, αἱ δὲ κυκλικαὶ τοῦτο ποιοῦσι, καὶ ἐπὶ τοσοῦτον, ὥστε οἴεσθαι καὶ πάντα συμπερικινεῖσθαι τὰ ἐκτός; Ὅτι, ῥητέον, αἱ μὲν ἐπ᾽ εὐθείας γενόμεναι κινήσεις οὐ κωλύουσι γίνεσθαι τὴν διαπνοὴν τῆς ὕλης· αἱ δὲ κυκλικαὶ οὐκ ἐῶσι γίνεσθαι τὴν διαπνοήν, σφοδρότερον προσπίπτοντος τοῦ ἀέρος καὶ κωλύοντος γίνεσθαι ταύτην. ὁμοίως δὲ τῇ γενομένῃ κινήσει συμβαίνει καὶ τὰς ἐν ἡμῖν ὕλας κινεῖσθαι κυκλικῶς· συμφερόμεναι γὰρ τῷ σώματι καὶ μὴ δυνάμεναι διαπνεῖσθαι διὰ τὴν εἰρημένην αἰτίαν, καὶ παυσαμένου τοῦ τῆς κινήσεως αἰτίου, αἱ ὕλαι κινοῦνται κυκλικῶς. καί ἐστιν αὐταῖς ἡ τοιαύτη κίνησις παρὰ φύσιν ἀντίληψις· οἷον οἱ ἰκτεριῶντες τῶν ἐκτὸς ἀντιλαμβάνονται χρωμάτων, κατὰ τὸ πάθος, τὸ περὶ τοὺς ὀφθαλμούς· ὁμοίως οἱ ὑποσφάγματα ἔχοντες ὑπέρυθρα πάντα νομίζουσιν· οὕτως ἔχει ἐν τῇ κυκλικῇ κινήσει, οἰομένων πάντα περιδινεῖσθαι· τῶν γὰρ περὶ τὰς ὄψεις ὑλῶν ἔτι κυκλικῶς δινουμένων, συμβαίνει κατὰ τοῦτο τὸ πάθος καὶ τὴν ἀντίληψιν γίνεσθαι. τοῦτο κατάδηλον, ὅτι ὀφθαλμὸς ὑγρὰ περιέχει· τό τε ὑδατῶδες, ἀφ᾽ οὗ τὸ δάκρυον, καὶ τὸ κρυσταλλοειδὲς καὶ τὸ ὑελοειδές· πάντα δὲ ταῦτα ὑγρά, διαυγῆ καὶ λευκανθίζοντα ὑπάρχει. πρὸς τούτοις δηλονότι ὁ πρῶτος χιτὼν λευκός ἐστι· διὸ λεπτοποιεῖται κατὰ μέσον τὸν ὀφθαλμόν, καθὸ φαίνεται μέλαν· οὐ τοιοῦτος δὲ τῇ χρόᾳ, ὥς φαμεν, ὑπάρχει· ἀλλὰ πᾶς διαυγὴς καὶ κατὰ τοῦτο τὸ μέρος. γνώριμον δὲ καὶ τοῦτο, ὅτι ὁ δεύτερος μέλας ὢν χιτὼν τῇ φύσει, ὑπέστρωται τῷ κερατοειδεῖ οὐ κατὰ πᾶν μέρος, ἀλλ᾽ ἔχει τινὰ τρῆσιν περιφανῆ, καθὸ δὴ φαίνεται ἡ κόρη. ἐκ τούτων οὖν ἁπάντων ἀναφαίνεται ἡ ζήτησις.

---

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, ed. Julius Ludwig Ideler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0733.tlg001.local001/.
