# Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 28

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, Section 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-iatrosophista/text/28

Διὰ τί τοῖς ὑποθλίψασι τοῦ ὀφθαλμοῦ ἤτοι τὸ ἄνω ἢ τὸ κάτω βλέφαρον συμβαίνει διπλᾶ φαίνεσθαι τὰ ὑποκείμενα; τοῦτο δὲ κἀν τοῖς μέθης κοινωνήσασι μάλιστα συμβαίνει. Διότι μὲν οὐ μερίζεσθαι συμβαίνει τὸ ὁρατικὸν πνεῦμα, καὶ τοῦτο μὴ συμβαίνει δίχα τοῦ ὑποθλίψαι, ἐν τῷ ὁρᾶν κοινῶς τὸ ἐξ ἀμφοτέρων πνεῦμα, ἂν ἐπιβάλλῃ τῷ ἐκτὸς ὑποκειμένῳ· ἐν δὲ τῷ ὑποθλίβειν τὸν ἕτερον ὀφθαλμὸν οὐκ ἔτι κοινῇ ἐπιβάλλουσι τῷ ὑποκειμένῳ, ἀλλὰ μεμερισμένως ἕκαστος ὀφθαλμὸς ἰδίᾳ. καὶ τοῦτό ἐστι καταλαβεῖν, εἰ βούλοιτό τις, οὕτω· παρακειμένου γὰρ ἔτι τοῦ ὑποθλίβοντος δακτύλου τὸν ὀφθαλμόν, εἴ τις τὸν ἕτερον τούτων, τοῦτ᾽ ἐστι τὸν μὴ θλιβόμενον ἐπιμύσει, προ0͂ενέγκας τὴν χεῖρα, οὐκ ἔτι φαίνεται διπιλᾶ, καίτοι τῆς παραθλίψεως ἐπιγινομένης· οὕτως ἄρα αἴτιος ὁ μερισμὸς τοῦ πνεύματος τοῖς τοιούτοις, ὥσπερ καὶ ἐπὶ τῶν μεθυσθέντων πολλαπλασίονα θεωρεῖται τὰ ὑποκείμενα.

---

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, ed. Julius Ludwig Ideler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0733.tlg001.local001/.
