# Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 41

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, Section 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-iatrosophista/text/41

Διὰ τί ἐπὶ τῆς κεφαλῆς, ἐκ μὲν τῶν δεξιῶν μερῶν τῆς μήνιγγος τρωθείσης, τὰ ἀριστερὰ παραλύεται· εἰ δὲ ἐκ τῶν ἀριστερῶν τοῦτο συμβαίη, τὰ δεξιὰ τὴν παράλυσιν ὑπομένει; Ῥητέον οὖν, ὅτι αἰτία ἡ θέσις τῶν νεύρων. ταῦτα γὰρ τὴν ἔκφυσιν ἔχει ἐκ τῆς βάσεως τοῦ ἐγκεφάλου. κεῖται γὰρ ἐναλλὰξ ἀλλήλων· τὰ μὲν γὰρ ἀπὸ τῶν δεξιῶν μερῶν τῆς βάσεως ἐκφυόμενα, φέρεται ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς κεφαλῆς· τὰ δὲ ἀπὸ τῶν ἀριστερῶν μερῶν ἐκφυόμενα ἐπὶ τὰ δεξιὰ φέρεται μέρη· ὡς τὴν σύνθεσιν αὐτῶν γίνεσθαι ἐναλλάξ· εἰκότως οὖν τρωσθέντος τινὸς ἐκ τῶν δεξιῶν μερῶν τῆς μήνιγγος, τὰ ἀριστερὰ παραλύεται· ἐπὶ δὲ τοῦ ἑτέρου τὸ ἐναντίον. 30

---

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, ed. Julius Ludwig Ideler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0733.tlg001.local001/.
