# Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 44

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, Section 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-iatrosophista/text/44

Διὰ τί μόνος ὁ πταρμὸς ἡμῖν τῆς νυκτὸς γίνεται κατὰ φύσιν ἔχουσιν, ἢ σπανίως· τὰ δ᾽ ἄλλα, ὡς εἰπεῖν, ἅπαντα καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός; ἢ ὅτι ὁ μὲν πταρμὸς γίνεται ὑπὸ θερμοῦ τινος κινήσαντος τὸν τόπον τοῦτον, ἀφ᾽ οὗ γίνεται. διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον, ὅταν βουλώμεθα πταρῦναι· καθευδόντων δ᾽ ἡμῶν ἀντιπερισπᾶται τὸ θερμόν. διὸ καὶ γίνεται τὰ κάτω θερμὰ τῶν καθευδόντων κατὰ πολύ. εἰκότως οὖν οὐ πτάρνυμεν ἀπαλλαγέντος τοῦ θερμοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκε τὸ ἐνταῦθα ὑγρόν, οὗ ἐξωθουμένου γίνεται ὁ πταρμός. [καὶ τὸ συμβαῖνον πάθος εἰκὸς μὴ γίνεσθαι.]

---

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, ed. Julius Ludwig Ideler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0733.tlg001.local001/.
