# Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 62

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, Section 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-iatrosophista/text/62

Διὰ τί σιναπισθέντες ὕδατι μὲν τοῦ σινήπεως λειθέντος καὶ καταχρισθέντος, φοινίσσονται πλέον· ἐπὰν δ᾽ ὄξει λειωθῇ, οὐκ ἔτι τοῦτο παρέχει τοῖς πεπονθόσι; ῥητέον, ὅτι οἱ τῷ ὄξει ἐπιχρισθέντες εἰκότως ἥττονα τὴν ἄμυξιν ὑπομένουσι καὶ τὸν φοινιγμόν· στύφονται γὰρ τὴν ἐπιφάνειαν, καὶ ὡς εἰπεῖν περιγανοῖ τὴν ἐξ αὐτοῦ ἀποτελουμένην πύκνωσιν τῶν πόρων [τὸ ὄξος]· ὅθεν οὐ συγχωρεῖ εἰς παρείσδυσιν χώραν ἔχειν τὸ νάπυ πρὸς τὸ καθάψασθαι τῶν πόρων. Ἢ ὅτι ἡ δριμύτης τοῦ νάπυος, τῇ ἐπιμιξίᾳ τοῦ ὄξους ἀμβλύνεται; αὗται γὰρ αἱ ποιότητος δίεφθειραν, συμπλακεῖσαι τὴν οἰκείαν ἄκραν τῆς ποιότητος διέφθειραν, τῷ ἕκαστον τὴν ἰδίαν ἰσχὺν ἀποβεβληκέναι. ὃν τρόπον καὶ ἐπὶ τοῦ εὐκράτου λεγομένου ἐστὶ συνορᾶν· καὶ γὰρ τοῦτο ἐκ θερμοῦ ἄγαν ὕδατος καὶ ψυχροῦ συστάν, τῇ ποιᾷ περιλοκῇ ἀπέβαλε τὰς ἄκρας ποιότητας, καὶ παρ᾽ ἐκείνας ἑτέρα τις ποιότης ἀπετελέσθη. Οἱ δὲ σιναπισθέντες, τοῦ νάπυος ὕδατι λειωθέντες, μᾶλλον φοινίσσονται [τοὺς τόπους] δι᾽ αἰτίαν τοιάνδε· τὸ γὰρ ὕδωρ τῷ λεῖον εἶναι καὶ τῷ διυγραίνειν, ἀνευρῦνον τοὺς πόρους τοὺς λόγῳ θεωρητούς, παρεισδύνειν συγχωρεῖ τῷ νάπυϊ. ἔστι δὲ ὡς προείρηται θερμὸν καὶ συνεργεῖ μᾶλλον τῇ τῶν πόρων ἀναπετείᾳ. Εἰκότως οὖν οἱ μὲν ὄξει σιναπισθέντες, ἔλαττον φοινίσσονται· οἱ δ᾽ ὕδατι, μᾶλλον.

---

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, ed. Julius Ludwig Ideler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0733.tlg001.local001/.
