# Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 63

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, Section 63. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-iatrosophista/text/63

Διὰ τί τὸ ὄμβριον ὕδωρ γλυκύ, καίπερ ἀπὸ θαλάσσης ἀνιμώμενον; ῥητέον, ὅτι τὸ θαλάττιον ὕδωρ καθ᾽ ἑαυτὸ ἁλμυρόν ἐστι· ἔστι δὲ τοῦτο βαρύ. ἔχει δὲ ποταμοὺς ἐπιρρέοντας εἰς αὐτήν. τὸ γοῦν πνεῦμα ἀνιμώμενον ἐκ τῆς θαλάττης τὸ ὕδωρ, οὐ τὸ παχὺ ἐφέλκεται, ἀλλὰ τὸ ἐν αὐτῇ λεπτόν, ὅ ἐστι τὸ γλυκύ. εἰκότως οὖν τὸ ὄμβριον γλυκύ, κἂν ἀπὸ θαλάττης ἀνιμᾶται. ἢ ὅτι τὸ πνεῦμα τῇ βίᾳ τῇ σφοδρᾷ, κἂν [αὐτὸ] τὸ θαλάσσιον ἀνιμήσηται, κινεῖ τοῦτο, κινηθὲν δὲ αὐτὸ λεπτότερον γίνεται; ἀεὶ γὰρ τὰ κινούμενα εὐφυῆ πρὸς λεπτυσμόν. τὸ δὲ λεπτόν, καὶ γλυκύ, ὡς [μὴ] ἐκ μεγάλων συνεστὼς ὄγκων. διὸ γλυκὺ τὸ ὄμβριον ὕδωρ.

---

Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά, ed. Julius Ludwig Ideler. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0733.tlg001.local001/.
