Ancient Greek
Chapter 1
Cassius Longinus, Ars rhetorica 1.1
Not analysed yet
καὶ ἡ τῶν πιθανῶν ἰδέα καὶ προσαγωγὸς τοῦ δικαστοῦ. οὐ γὰρ μικρόν ἐστιν εἰπεῖν, ἀδελφός εἰμι, πατήρ εἰμι καὶ υἱός εἰμι· ταῦτα γὰρ πρός τι, καὶ γείτων καὶ ἐχθρὸς ἦν, καὶ οὐχ ὅμοιος, καὶ κρείττων ἦν, καὶ ἀδυνατώτερος καὶ νεώτερος καὶ εὐνούστερος καὶ τραχύτερος, ἢ καὶ πρεσβύτερος, καὶ προσφιλέστερος, καὶ πλουσιώτερός τι εἰπεῖν, καὶ κακουργότερος, καὶ τἆλλα ἐκ τούτων εὔδηλα, πολλὰ δʼ ἂν εἴη.