# Ars rhetorica 1.5

Cassius Longinus, Ars rhetorica, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-longinus/ars-rhetorica/1.5

Τὸ δὲ κεῖσθαι σχῆμα μὲν δηλοῖ, ῥᾴδιον δὲ καὶ ἀπὸ τούτου συλλέγειν ἀφορμὰς τῶν λόγων· δευρὶ τὴν χεῖρα, ἀλλʼ οὐ δευρὶ μετήνεγκεν, οὕτως ἥσθητο, οὕτως ἐνεώρα μοι, ὀρθὸς ἦν, προσεκεκύφει τῇ γῇ· πλάγιοι ἦσαν καὶ τὰ γυμνὰ ἐδείκνυσαν, ὥστε βάλλεσθαι· πλαγίους τοὺς ἵππους εἶχον, ὥστε μὴ ἀμύνεσθαι ἀπέστραπτο, οὐκ ἄρα προσέσχεν· κατὰ νώτου με εἶχεν ὕπτιος ἦν, πῶς οὖν ἑώρα; ταῦτα οὖν λογιζόμενος καὶ τὰ ὅμοια τούτοις δόξεις τι λέγειν περὶ τοῦ πράγματος καὶ πίστεις παρέχεσθαι τῆς ἀληθείας.

---

Cassius Longinus, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2178.tlg001.local001/.
