# Ars rhetorica 1.6-8

Cassius Longinus, Ars rhetorica, 1.6 to 1.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-longinus/ars-rhetorica/1.6

Τὸ δὲ ποιεῖν σἴτιόν ἐστιν ἄνευ γὰρ αἰτίας οὐδὲν ἄν ποτε γένοιτο· διαιροῦμεν δὲ τὰς αἰτίας, ἑκών, ἐξ ἀνάγκης, διʼ αἰσχροκέρδειαν, δι᾿ ἀηδίαν, τῇ χειρὶ ἐποίησε, τοῖν ποδοῖν, τῷ ὀφθαλμῷ, τῇ κεφαλῇ, ξίφει, δόρατι, βέλει, κακίᾳ, ἀπλότητι, τῷ αὐτομάτῳ. Τὸ δὲ πάσχειν τοῦτο πολλαχῆ διαιροῦμεν, ὅτι πέπονθας εἰς τὸ σῶμα, εἰς τὴν ψυχήν, εἰς τὰ ἐκτός, εἰς δόξαν, εἰς χρήματα, εἰς πάντα. παθεῖν οὐκ ἐδύνατο, ἔστιν οἷον παθεῖν, ἔστιν οἷον μὴ παθεῖν, καὶ γὰρ ἀπαθῆ τινά ἐστι. λάμβανε οὖν τὰ ἐναντία κἀν τῷ πάσχειν εἰς ἀφορμὰς λόγων τῶν πρὸς ζήτησιν συντεινόντων. Ἑτέρα διαίρεσις ἥδε λόγους ἐνδίδωσιν ἡ κατὰ τὰς αἰσθήσεις γινομένη· καὶ γὰρ ἀπὸ τούτων μέθοδος εὑρέσεως γίνεται, καὶ πραγματεύου τὰς πίστεις λαμβάνειν ἀναλογιζόμενος, ὧν εἶδες ὁμοίων ἢ ἀνομοίων τῷ ζητουμένῳ, καὶ προσεικάζων τὰς δόξας ἀναλόγως ὧν ἤκουσας. τὰ γὰρ παραδείγματα καὶ τὰ ἐνθυμήματα ἐξ ὧν ἠκούσαμεν ἔρχεται, ἢ ὦν ἐπάθομεν ἢ ἐποιήσαμεν ἁπτόμενοι γευόμενοι πᾶσαν αἴσθησιν αἰσθανόμενοι.

---

Cassius Longinus, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2178.tlg001.local001/.
