# Ars rhetorica 1.9

Cassius Longinus, Ars rhetorica, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-longinus/ars-rhetorica/1.9

Πρὸς τούτοις ἕτερον εἶδος διαιρέσεως τόδε ἀνυστικώτατον εἰς εὕρεσιν, τὰ συμβεβηκότα καὶ τὰ συνυπάρχοντα τοῖς προσώποις τε καὶ πράγμασι διαβλέπειν, τύχας, τέχνας, ἡλικίας, γένη, πλούτους, τρόπους, ἤθη, δόξας, ἀδοξίας, πράξεις, ἀργίας, καὶ ὅσα ἄλλα πρὸς τούτοις ὑπάρχει ἑκάστῳ· ἔτι τῶν πραγμάτων τρόπους, κοιωνίας, ἐρημίας, καταμονὰς σὺν ἑτέροις, τίνι ὅμοια, τίνι ἀνόμοια, τίνι τὰ αὐτὰ τίνα ὄντα, ἐν τίσιν ὄντα, πόθεν ἀρχόμενα, παυόμενα, τίνας ἔχοντα τὰς αἰτίας, τίνας ἀνάγκας, φανερὰς καὶ ἀφανεῖς , καὶ ὅσα ἂν αὐτὸς εὕροις. πάντα μέντοι εἰς ταῦτα ἀνενεχθήσεται· ὑπαρχέτω δὲ καὶ τούτοις ἥ τε τῶν τελικῶν κεφαλαίων θέσις ἐπὶ τῷ ζητήματι, καὶ τὸ ἐφαρμόζειν τὰ τελικὰ καὶ γενικὰ καὶ τυπώδη τοῖς εἰδικωτάτοις καὶ ἐμπεριεχομένοις τοῖς ἀμφισβητουμένοις πράγμασι. ταῦτα γὰρ πρὸς ἄλληλα διαιρούμενα τὰ γένη καὶ εἴδη τῶν ζητημάτων, καὶ τὰ ἐν ὀργάνων μοίρᾳ καθεστηκότα, καὶ ὀργάνων αἱ καλούμεναι πίστεις καὶ τόποι πίστεων καὶ ἀφορμαὶ πολλὴν ἀφθονίαν ἐγείρουσι λόγων.

---

Cassius Longinus, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2178.tlg001.local001/.
