# Ars rhetorica 3-2

Cassius Longinus, Ars rhetorica, ΠΕΡΙ ΛΕΞΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-longinus/ars-rhetorica/3-2

Τὸ δʼ αὖ τῆς ἀλληγορίας κοσμεῖ τὸν λόγον ἐν τῷ μεταβάλλειν τοὔνομα καὶ διʼ ἑτέρου καινοτέρου τὸ αὐτὸ σημαίνειν· τὸ γὰρ πεπατημένον καὶ πεπλυμένον καὶ μυριόλεκτον πρὸς κόρον ἄγει, καθάπερ τῶν σιτίων καὶ ὅσα πρὸς τὴν ὄψιν ἢ τὴν ἄλλην αἴσθησιν τὰ κοινὰ καὶ τὰ συνήθη καταφρονεῖται, καὶ τῆς αἰσθήσεως, καὶ τοῦ κατὰ τὴν αἴσθησιν πνεύματος οὐκ ἐπιστρέφει τὴν ἀντίληψιν. δεῦ δὲ ἐκ τῆς ἀκοῆς τὸν δικαστὴν λίχνοις τε καὶ ἡδείαις ὥσπερ καρυκείαις καὶ ὀψοποιΐαις, σκευασίαις τε καὶ προαγωγαῖς ἐπισπᾶσθαι καὶ προσάγεσθαι, ποιεῖσθαι δὲ τοῦτο χρὴ τοῖς θεραπευτικοῖς τε καὶ κολακευτικοῖς ὀνόμασι· ταῦτα γάρ ἐστι τῆς πειθοῦς φάρμακα, θήρατρα χαρίτων καὶ μουσικῆς τῆς ἐπὶ τὸ πείθειν ἠσκημένης. οὐ γὰρ ὅμοιον, οὐδὲ κατὰ μικρὸν τὸ ἀηδὲς ἀγλευκὲς “εἰπεῖν, ,, ἀτερπές“ τε καὶ ,,οὐκ ἐν χάριτι,· καὶ τὸ καλὸν ,,περικαλλὲς εἰπεῖν, καὶ τὸ λίαν ,,μάλα ἀνυτικῶς, “ καὶ ,κομιδή· ποτε καὶ ἀντὶ τοῦ καλῶς ὑπέρευγε· τό τε ἄτοπον „ὑπερφυές, “ καὶ τὸ δεινὸν „σχέτλιον, “καὶ τὸ ὅπου „ἵνα“ καὶ „ᾗ, ὡς ᾗ πρὸς τὸ τῆς Ἀγρίας διαβαίνομεν,· τό τε παραιτήσασθαι ,,παρέσθαι,“ καὶ „ἀντιβολῆσαι“ δὲ τὸ δεηθῆναι, καὶ τὸ ἀπλῶς „ἐν βραχεῖ “ καὶ „ἁμηγέπη“ τὸ μετρίως.

---

Cassius Longinus, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2178.tlg001.local001/.
