# Ars rhetorica 4

Cassius Longinus, Ars rhetorica, ΠΕΡΙ ΟΙΚΟΝΟΜΙΑΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-longinus/ars-rhetorica/4

Ἡ δὲ φύσις τῶν ἐπιλόγων ἀντιστρόφως τοῖς προοιμίοις ἔχουσα εὑρίσκεται. τὰ γὰρ αὐτὰ καὶ προοιμιαζομένοις πολλάκις καὶ προτρέπουσι τοὺς δικαστὰς πρέπει κατὰ τὸ σχῆμα τῶν ἐπιλόγων διενήνοχε δὲ ὅμως τῷ μέτρῳ. πλείω γὰρ ὡς τὸ πολὺ ἐπὶ τῶν ἐπιλόγων ἐγχωρεῖ πρὸς τοὺς δικαστὰς εἰπεῖν ἢ διὰ τῆς ἀρχῆς καὶ τῆς παρασκευῆς. καὶ καταρχὰς μὲν ἐπαγγελίαν ἔχει καὶ μερισμὸν τῶν κεφαλαίων τὸ προοίμιον· καὶ τὴν μὲν ἐπαγγελίαν ἔχει τῆς ἀποδείξεως, τὸν δὲ μερισμὸν εὐμαθείας ἕνεκατῷ δὲ ἐπιλόγῳ τοιοῦτον μὲν οὐδέν, αὔξησις δὲ καὶ ἀνάμνησις τῶν ἤδη λεχθέντων καὶ τῆς ὑποθέσεως τῆς ἐκ τῶν προοιμίων συντετελεσμένης.

---

Cassius Longinus, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2178.tlg001.local001/.
