# Ars rhetorica 5

Cassius Longinus, Ars rhetorica, ΠΕΡΙ ΛΕΞΕΩΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cassius-longinus/ars-rhetorica/5

Τὸ κόμμα δὲ περιόδου μέρος ἄν εἴη τὸ ἐλάχιστον. οἶον ,πολλάκις ἐθαύμασα, τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην, ὡς ἄξιος εἴη θανάτου τῇ πόλει τῶν γὰρ κώλων τὰ μὲν βραχύτερα τούτου, τὰ δὲ μείζω ὑπάρχει ὄντα. ὥσπερ ἀμέλει καὶ τῶν περιόδων αἰ μὲν μείζους, αἱ δὲ ἐλάττους, καὶ τῶν περικοπῶν ὡσαύτως. τοῦ γὰρ λόγου μέγεθος λαμβάνοντος καὶ τὰ μέρη τοῦ λόγου συνεπαύξεται. ἔστιν οὖν τὸ μὲν κόμμα ἐκ δυοῖν λέξεων ἢ τριῶν, τὸ δὲ κῶλον διπλάσιον ἢ κατὰ τοῦτο, καθάπερ διττῶν ἄρθρων μετέχον. ὠνόμασται γὰρ ἐκ μεταφορᾶς τῶν ἐν τοῖς ζῴοις κώλων· ἡ δὲ περικοπὴ ἐκ δύο κώλων καὶ τριῶν ἐστι κατὰ λόγον τῶν εἰρημένων μερῶν καὶ αὐτὴ συντιθεμένη· ὥσπερ γὰρ τῶν ποδῶν οἱ μὲν ἁπλοῖ τυγχάνουσιν ὄντες, οἱ δὲ διπλοῖ συντιθέμενοι ἐκ τούτων, οὕτω καὶ τῶν κομμάτων καὶ τῶν κώλων καὶ τῶν περικοπῶν τὰ μὲν μῆκος ἔχει σύνθετον, τὰ δὲ ἐπιτετμημένον. μικρᾶς μὲν περιόδου μικραὶ καὶ περικοπαί, μεγάλης δὲ μεγάλαι.

---

Cassius Longinus, Ars rhetorica, ed. Leonhard von Spengel. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2178.tlg001.local001/.
