Ancient Greek · ~9 min
Fragment 1, Fragment 2
Cassius Longinus, Prolegomena Longini commentariique reliquiae 1.2.Περὶ βραχείας συλλαβῆς
Not analysed yet
Ἀρκτέον δὲ ἀπὸ βραχείας. οὕτω τοίνυν ὁ Ἡφαιστίων αὐτὴν ὁρίζεται· βραχεῖά ἐστι συλλαβὴ ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον, μὴ ἐπὶ τέλους λέξεως, οὕτως ὡς μεταξὺ αὐτοῦ καὶ τοῦ ἐν τῇ ἑξῆς συλλαβῇ φωνήεντος μὴ ὑπάρχειν σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλʼ ἤτοι ἓν ἢ ηδὲ ἕν. —Πάνυ οὖν ἐπαίνου ἄξιος ὁ ὅρος ὡς πάντα ἔχων ὅσα δεῖ ὑγιῆ ὅρον ἔχειν. ὑγιὴς γὰρ ὅρος καὶ τοῖς φιλοσόφοις εἶναι δοκεῖ ὁ μηδὲν ἔξωθεν τῶν ὁριζομένων συμπεριλαμβάνων καὶ μηδὲν τῶν ὁριζομένων καταλιπών, ὃς ἀντιστρέφει πρὸς τὸ κεφαλαιῶδες. μὲν οὖν μὴ †συμπεριλαμβάνων παραγγελίαν τοιαύτην οὐ καλῶς ἔχει, οἷον εἴ τις τὸν ἄνθρωπον ὁρίζοιτο †μηκέτι τὸν θεὸν τῷ ὅρῳ συμπεριλαμβάνων. ἑκάτερον δὲ ὑπάρξει, ἐὰν ἀντιστρέφῃ πρὸς τὸ κεφαλαιῶδες, τουτέστιν ἐὰν ἀλλήλων ὑπάρχωσιν ὅροι ὐτός τε ὁ ὅρος καὶ τὸ ὁριζόμενον, οὕτως ὡς ἐπὶ τοιοῦδε παραδείγματος· ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. εἴ τι οὖν ἐστὶ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτό ἐστιν ἄνθρωπος πάντως. καὶ αὖ πάλιν· φωνή ἐστιν ὴρ πεπληγμένος. εἴ τι οὖν ἐστὶν ἀὴρ πεπληγμένος, τοῦτο φωνὴ πάντως· οὕτως οὖν καὶ ἐπὶ τοῦ προκειμένου ὅρου ἴδωμεν τὸ ἀντιστρέφον· εἴ τι ἐστὶ βραχὺ φωνῆεν, μὴ ἐπὶ τέλους λέξεως κείμενον, μεταξύ ἑαυτοῦ καὶ τῆς ἄλλης συλλαβῆς οὐκ ἔχον σύμφωνα ἑνὸς πλείονα, τοῦτο πάντως ἐστὶ συλλαβὴ βραχεῖα. –Πρόσκειται δὲ τὸ μὴ ἐπὶ τέλους λέξεως κείμενον διὰ τὴν κοινὴν λεγομένην. ἐὰν γὰρ εἰς μέρος ἀπαρτίζῃ λόγου, τῷ τῆς κοινῆς ὑποπίπτει λόγῳ, οἷον ἡ τ͞α συλλαβὴ βραχεῖά ἐστιν, ἐπὶ δὲ τέλους λέξεως κειμένη ἐνομίσθη ποτὲ μακρὰ ὡς παρὰ τῷ ποιητῇ (Φ 352) τὰ περὶ καλὰ ῥέεθρα. καὶ αὖ πάλιν ἡ πρὸς συλλαβὴ βραχεῖά ἐστιν, ἀλλʼ ἐν τόπῳ κεῖται μακρᾶς, ὅταν Ὅμηρος εἴπῃ (I 147) πρὸς οἶκον Πηλῆος· σπονδεῖον γὰρ δεῖ εἶναι τὸν πόδα πρὸς οἷ. —Ἔτι δέ φησι μὴ ἔχειν σύμφωνα μεταξὺ –ἓν διὰ τὴν θέσει μακράν· εἰ γὰρ συμβαίη βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι δύο σύμφωνα ἐπενεχθῆναι, μακρὰν ποιήσει ὴν συλλαβήν, οἷον ἡ ε̄ συλλαβή ἐστι βραχεῖα, ἀλλʼ ἐὰν δύο σύμφωνα ἐπενεχθῇ ὡς ἐν τῷ Ἕκτωρ, μακρὰν ποιήσει τὴν συλλαβήν. διὰ τοῦτο προσέθηκε μὴ δεῖν ὑπάρχειν σύμφωνα δύο, ἀλλʼ ἓν ἁπλοῦν ἢ μηδὲ ἕν. καὶ γὰρ ἐὰν διπλοῦν προσενεχθῇ, μακρὰν ποιήσει ὴν συλλαβὴν ὡς ἐν τῷ (A 139) ἄξω ἑλών.