Ancient Greek · ~4 min
Fragment 1, Τὰ προλεγόμενα εἰς τὸ τοῦ Ἡφαιστίωνος ἐγχειρίδιον
Cassius Longinus, Prolegomena Longini commentariique reliquiae 1.3
Not analysed yet
Κριτήριον μέτρου ἀκοή. ἔνιοι γοῦν οὕτως ὡρίσαντο· μέτρον ἐστὶ ποδῶν ἢ βάσεων σύνταξις αἰσθήσει τῇ διʼ ἀκοῆς παραλαμβανομένη. εἰ δὲ τὸ κρῖνόν ἐστιν ἀκοή, τὸ κοσμοῦν ἐστι φωνή. ὡς γὰρ τὸν ἦχον ῆς εὐρυθμίας ἐκτείνουσά τε καὶ συστέλλουσα ἡ φωνὴ σχηματίζει τὰς συλλαβάς, οὕτως εἰσδεξαμένη κρίνει ἡ ἀκοή. διὰ τοῦτο πολλὰ τῶν μέτρων συμβέβηκεν ἀποκρύπτεσθαι σιωπώμενα ἐν τῇ κατὰ πεζὸν ῥήσει· καὶ αὖ πάλιν πολλὰς συνεμπτώσεις ἔχει πρὸς λλα μέτρα. εὕροι γοῦν ἄν τις παρὰ Δημοσθένει τῷ ῥήτορι στίχον ἡρωϊκὸν κεκρυμμένον, ὃς ἠδυνήθη λαθεῖν διὰ τὸ πεζὴν οὖσαν τὴν προφορὰν συναρπάσαι τῷ λόγῳ τὴν ἀκοήν. φησὶ γοῦν (de cor. 143) τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον, διʼ ὅν εἰς Ἐλάτειαν ἦλθε Φίλιππος. στίχος ἐστὶν ἡρῷος· ἀλλὰ μὴν καὶ Ἰωνικόν, ὅταν λέγῃ (Ol. III 4) πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρʼ ὑμῖν. τοῦτο γὰρ ἄντικρυς Ἰωνικόν ἐστιν ἀπὸ μείζονος ὅμοιον ῷ (Sapph. 76 =Heph. 36, 17) εὐμορφοτέρα Μνασιδίκα τᾶς ἁπαλᾶς Γυρίννως. τὰς δὲ τῶν μέτρων συνεμπτώσεις ἐν τοῖς ἑξῆς ἐπιδείξομεν.