Ancient Greek · ~30 min
ΚΕΦ. Β.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. Β..1
Not analysed yet
Πέτρου διάλογος πρὸς τοὺς μαθητευθέντας περὶ θανάτου καὶ ἀποβολῆς Ἰούδα τοῦ προδότου. Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ, ὡς ἕκατον εἴκοσι. Τοῦ αὐτοῦ. Ὡς θερμὸς καὶ ὡς πιστευθεὶς παρὰ ποίμνην, καὶ ὡς προτιμώμενος ἀεὶ ἄρχεται τοῦ λόγου. Ἄνδρες ἀδελφοὶ ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαβὶς, περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν. Τοῦ ἀγίου εἰρηναίου. Τὴν ἀναπλήρωσιν ἐκ τῶν ὑπὸ Δαβὶδ εἰρημένων ποιούμενος. Τοῦ Χρυσοστόμου. Εἰ γὰρ ὁ Χριστὸς ἀδελφοὺς πολλῷ μᾶλλον οὗτος πάντων παρόντων· ἰδοὺ ἐκκλησίας εὐθέως ἀξίωμα καὶ εὐαγγελικὴ κατάστασις, οὐδεὶς ἦν ἐκεῖ, οὔτε ἄρσεν οὔτε θῆλυ· τοιαύτας βούλομαι τὰς ἐκκλησίας εἶναι καὶ νῦν· οὐδεὶς βιωτικόν τι ἐφρόντιζεν, οὐδεὶς περὶ οἰκίας ἐμερίμνα· τοσοῦτον ἀγαθὸν οἱ πειρασμοί· τοιοῦτον αἱ θλίψεις· ἀεὶ παραμυθεῖται αὐτοὺς ἀπὸ τῆς προρρήσεως· οὕτω καὶ ὁ Χριστὸς πανταχοῦ ποιεῖ· τὸν αὐτὸν τρόπον καὶ οὗτος δείκνυσιν, ὅτι οὐδὲν ξένον γέγονε, ἀλλὰ τὸ ἤδη προ- εἰρημένον· καὶ οὐ λέγει Δαβὶδ εἶπεν, ἀλλὰ τὸ Πνεῦμα δι’ αὐτοῦ. Ορα εὐθέως ἐν προοιμίοις τοῦ βιβλίου ὁποίᾳ κέχρηται διδασκαλίᾳ· ὄρα ὅτι οὐχ ἅπλως εἶπεν ἀρχόμενος τῆς συγγραφῆς, ὅτι τοῦ Πνεύματός ἐστι πολιτεία τὸ βιβλίον τοῦτο. Ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας. Τοῦ Χρυσοστόμου. Κλῆρον δὲ αὐτὸν πανταχοῦ καλεῖ· τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ὂν καὶ τῆς ἐκλογῆς· καὶ ἀναμιμνήσκων αὐτοὺς τῶν παλαιῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἐκληρώσατο καθάπερ ἅπερ τοὺς Λευίτας· καὶ ἐνδιατρίβει τοῖς περὶ αὐτοῦ· ὅτι ὁ τῆς προδοσίας μισθὸς αὐτὸς καὶ τῆς τιμωρίας γέγονε Κήρυξ· “ἐκτή- “σατο γάρ, φησι, “χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας.” Ὄρα πῶς Θεοῦ οἰκονομία ἦν· “τῆς ἀδικίας φησὶ, πολλαὶ γὰρ ἀδικίαι· ταύτης δὲ οὐδὲν ἀδικώτερον γέγονέ ποτε. Καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος. Τοῦ Αὐτοῦ. Καλῶς οὐκ ἐν τῷ ἁμαρτήματι ἀλλ’ ἐν τὸν λόγον ἐπῆρεν. Ἀπολιναρίου g. Οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ Ἰούδας, ἀλλ’ ἐπεβίω καθαιρεθεὶς πρὸ τοῦ ἀποπνιγῆναι· καὶ τοῦτο δηλοῦσιν αἱ τῶν Ἀποστόλων Πραξεῖς· “ὅ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξε- “χύθη τὰ σπλάγχνα αὐτοῦ·” τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας ὁ Ἰωάννου μαθητὴς, λέγων οὕτως, ἐν τῷ δ' τῆς ἐξηγήσεως τῶν Κυριακῶν λόγων· “μέγα δὲ ἀσεβείας ὑπόδειγμα ἐν τούτῳ τῷ “κόσμῳ περιεπάτησεν ὁ Ἰούδας· πρησθεὶς ἐπιτοσοῦτον τὴν σάρκα, “ὥστε μὴ δὲ ὁπόθεν ἅμαξα διέρχεται ῥαδίως ἐκεῖνον δύνασθαι “διελθεῖν· ἀλλὰ μὴ δὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον αὐτοῦ. “τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασὶ τοσοῦτον ἐξοι- “δῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν· τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μὴ δὲ ὑπὸ ἰατροῦ διόπτρας ὀφθῆναι δύνασθαι· τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας h. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν ἀσχημοσύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι· “φέρεσθαι δὲ δι’ αὐτοῦ ἐκ παντὸς τοῦ σώματος συρρέοντας ἰχώ- “ρας τε καὶ σκώληκας i εἰς ὕβριν· δι’ αὐτῶν μόνον τῶν ἀναγ- “καίων· μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας, ἐν ἰδίῳ φασὶ “χωρίῳ τελευτήσαντα· καὶ τοῦτο ἀπὸ τῆς ὁδοῦ ἔρημον καὶ ἀοί- “κητον τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι· ἀλλ’ οὐδὲ μέχρι τῆς “σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς “ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ· τοσαύτη διὰ τῆς σαρκὸς αὐτοῦ “καὶ ἐπὶ γῆς κρίσις ἐχώρησεν.” Καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. Τοῦ Χρυσοστόμου. τοῦτο παραμυθίαν ἐκείνοις ἔφερεν, ἐξεχύθη τὰ ἔντερα Ἰούδα, οὕτω καὶ Ἀρείου τοῦ αἱρετικοῦ. Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν, Ἀκελδαμὰ, τουτέστι, χωρίον αἵματος. Τοῦτο περὶ τοῦ χωρίου καὶ τῆς οἰκίας. Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Τοῦ Χρυσοστόμου. Τουτέστιν τὴν ἀρχὴν, τὴν οὐκ ἐμὴ γνώμη τυγχάνει, ἀλλ’ ἐκείνου τοῦ ταῦτα προειρηκότος. ἵνα γὰρ μὴ δόξῃ μεγάλῳ πράγματι ἐπιχαίρειν, καὶ τοιούτῳ οἵῳ ὁ Χριστὸς, ἐπήγαγε μάρτυρα τὸν προφήτην. Τὸν κλῆρον τῆς διακονίας, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος· ὅρα ὅτι καὶ διάκονοι ἐκαλοῦντο οἱ μαθηταὶ καὶ ἐπίσκοποι. Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς. Τοῦ Χρτσοστόμου. Διατὶ κοινοῦται αὐτοῖς; ἵνα μὴ περιμάχητον τὸ πρᾶγμα γένηται, καὶ εἰς φιλονεικίαν k ἐμπέσωσιν· εἰ γὰρ αὐτοὶ τοῦτο ἔπαθον, πολλῷ μᾶλλον ἐκεῖνοι· καὶ ἀεὶ τοῦτο παραιτεῖται. διὰ τοῦτο ἀρχόμενος ἔλεγεν· “ἄνδρες ἀδελφοὶ,” δεῖ ἐκδέξασθαι ἀφ’ ὑμῶν· τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπει, τουτέστι γινομένους αἰδεσίμους ποιῶν· καὶ αὐτὸς ἀπαλλαττόμενος ἀπεχθείας τῆς k πρὸς ἀλλήλους· μεγάλα γὰρ ἀεὶ τὰ τοιαῦτα ἐργάζεται κακά· καὶ ὅτι μὲν δεῖ γενέσθαι, τὸν προφήτην παράγει μάρτυρα. ἐκ τίνων δὲ δεῖ; ἐκ τῶν συνελθόντων ἡμῖν, φησὶν, ἐν παντὶ χρόνῳ. εἰ μὲν γὰρ εἶπεν τοὺς ἐπιεικεῖς ἔδει παρεῖναι, καὶ τοὺς ἄλλους ἃν ὕβρισαι, τῷ χρόνῳ τὸ πρᾶγμα ἐπέτρεψεν· οὐχ ἁπλῶς συνελθόντων εἰπὼν, ἀλλ’ ἐν παντὶ χρόνῳ. Τοῦ Χρυσοστόμου. Καλῶς γὰρ τὰ πρὸ τούτου ἀλλὰ τότε Πνεύματι ἐμάνθανον. Ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων. Τοῦ Αὐτοῦ. Ἵνα μὴ ἠκροτηρισασμένος ὁ χορὸς ᾖ· γένηται αὐτὸς ἑλέσθαι οὐκ ἐνῆν; ἵνα μὴ δόξῃ χαρίζεσθαι· ἄλλος δὲ καὶ νεύματος ἄμοιρος ἦν. Τοῦ Αὐυοὐ. Οὐκ εἶπεν τῶν ἄλλων μάρτυρα, ἀλλὰ τῆς ἀναστάσεως μάρτυρα· καὶ γὰρ ἀξιοπιστότερος ἦν ὁ δυνάμενος εἰπεῖν 1 ὅτι ἐκεῖνος φαγὼν καὶ πιὼν ὁ σταυρωθεὶς αὐτὸς ἀνέστη· τὸ γὰρ ζητούμενον τοῦτο ἦν, ἡ ἀνάστασις· ἐπεὶ ἐκεῖνα δῆλα ἦν καὶ ὡμολογημένα· αὕτη δὲ λάθρα γέγονεν, καὶ τούτοις μόνοις δήλη. Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Οὐχὶ αὐτὸς αὐτοὺς ἔστησεν· ἀλλὰ τὴν γνώμην αὐτὸς εἰσηγήσατο, δείξας οὐδὲ αὐτὴν αὐτοῦ οὖσαν· ἀλλ’ ἄνωθεν κατὰ προφητείαν, ὥστε ἐξηγητὴς γέγονεν οὐ διδάσκαλος. Καὶ προσευξάμενοι εἶπον· Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ἐκ τούτων τῶν δύο ἕνα ὃν ἐξελέξω. Τοῦ Χρυσοστόμου. Σὺ μὴ ἡμεῖς· καὶ καλοῦσιν· ἀπὸ γὰρ τούτου αἱρεῖσθαι ἐχρήν· οὕτως ἐθάρρουν, ὅτι πάντως ἕνα δεῖ γενέσθαι· οὐκ εἶπεν ἐκλέξαι, ἀλλ’ ἀνάδειξον τὸν ἐκλεγέντα· εἰδότες πάντα προωρίσθαι τῷ Θεῷ. Λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον ’τον ἴδιον. Τοῦ Aὐτοῦ. Καλῶς λέγουσιν ἐκείνου τὸ ἁμάρτημα, ὅτι μάρτυρα ἀπαιτοῦσιν· οὐχὶ πλεονάζοντες τὸν ἀριθμὸν, ἀλλ’ ἐλαττωθῆναι οὐκ ἐῶντες m. Καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθ'αν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα Ἀπο- στόλων. Ἐπειδὴ οὐδέπω πνεῦμα ἦν. οὔπω γὰρ ἑαυτοὺς ἀξίους εἶναι ἡγοῦντο τοῦ διάτινος σημείου μαθῆν n. ἄλλος δὲ εἰ ἔνθα οὔτε εὐχὴ, οὔτε ἀξιόλογοι ἄνδρες, κλῆρος τοσοῦτον ἴσχυσεν διὰ τὸ ἐξ ἀρχῆς γενέσθαι γνώμης ἐπὶ τοῦ Ἰωνᾶ· πολλῷ μᾶλλον ἐνταῦθα ἐπλήρωσε τὸν χορὸν o, ἀπήρτησε τὴν τάξιν ὁ ἀναδεχθείς· ἀλλ’ ὁ ἕτερος οὐκ ἤλγησεν, οὐ γὰρ ἃν ἀπέκρυψαν τὰ οἰκεῖα ἐλαττώματα οἱ Ἀπόστολοι· οιγε περὶ αὐτῶν τῶν κορυφαίων εἰπόντες, ὅτι ἠγανακτησαν ἀλλαχοῦ, καὶ οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Δεῖ τοίνυν τὸν κληρωθέντα τόπον ἔχειν ὃν ἐκληρώθη, καὶ μήτε κατασκευάζειν ἑαυτῷ, οὐ γὰρ ἂν εἴη κλῆρος τοῦτο, μήτε φεύγειν δοθέντα· εἰ γὰρ τὰ τοῦ κλήρου κύρια, πολλῷ μᾶλλον τὰ τοῦ Θεοῦ. Οταν ὁ Θεὸς κληρώσῃ, δεῖ καὶ τὸν ποιοῦντα ἀπροσπαθῶς ποιεῖν· τοῦτο γὰρ κλῆρος, μὴ ὃν βούληται αὐτὸς, ἀλλ’ ὃν ἡ χάρις δίδωσιν. Ἕως μὲν οὖν Πνεύματος ἄμοιροι ἦσαν οἱ Ἀπόστολοι κλήρῳ τὰ πράγματα ἐπέτρεπον· ὕστερον δὲ καὶ τῷ πλήθει καὶ τῇ οἰκείᾳ χάριτι. ὁ κλῆρος πρᾶγμα ἄλυπον, οὐκ ἀφίησιν οὐδὲ ἐκείνους ἀλγεῖν ὡς ἀδικουμένους· ὁ κλῆρος συγγένειαν οὐκ οἶδεν· οὐδὲ φιλίαν οὐδὲ χάριν, οὐδὲ ἀπέχθειαν ἐπειδὴ γὰρ πολλῶν ὄντων πάντας κληροῦσθαι οὐκ ἔνι, εἰκότως ἐκ πολλῶν ὀλίγους ἐπιλεγόμεθα.