# Catena In Acta ΚΕΦ. Θ.1

Catenae (Novum Testamentum), Catena In Acta, ΚΕΦ. Θ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-acta/%CE%9A%CE%95%CE%A6.%20%CE%98.1

i Περὶ διωγμοῦ τῆς Ἐκκλησίας καὶ ταφῆς Στεφάνου. Ἐγένετο δὲ ἐν ἐκείνη τῆ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις. Τοῦ Χρυσοστόμου. Ὄρα πῶς πάλιν πειρασμοὺς συγχωρεῖ ὁ Θεὸς γίνεσθαι· ὅρα καὶ παρατήρει ὅπως οἰκονομεῖται τὰ πράγματα· ἐθαυμάσθησαν διὰ τὰ σημεῖα· μαστιχθέντες οὐδὲν ἔπαθον· κατέστησαν ἐπὶ τῶν χειρῶν, ἠύξανε ὁ λόγος· πάλιν συγχωρεῖ κώλυμα μέγα γενέσθαι καὶ διωγμὸς οὐχ ὁ τυχών. ἐφοβοῦντο γὰρ θρασυτέρους αὐτοὺς γενομένους· καὶ ἅμα δείκνυται ὅτι ἄνθρωποι ἦσαν οἱ φοβούμενοι, οἱ φεύγοντες· ἵνα μὴ σὺ μετὰ ταῦτα λέγῃς, ὅτι χάριτι μόνῃ κατώρθουν, καὶ ἐδιώκοντο, καὶ αὐτοὶ δειλότεροι γεγόνασι, καὶ ἐκεῖνοι θρασύτεροι. Πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν Ἀποστόλων. Τοῦ αὐτοῦ. τοῦτο οἰκονομία ἦν. ὡς μηκέτι λοιπὸν ἐν Ἱεροσολύμοις πάντας καθῆσθαι, ἀδεῶς δὲ ἐπεμίγνυντο τῇ Σαμαρείᾳ λοιπὸν οἱ ἀκούοντες “εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε πλὴν τῶν φησὶ, καὶ ταύτῃ προσάγεσθαι βουλόμενοι τοὺς Ἰουδαίους, ἀλλὰ μὴ καταλείψειν τὴν πόλιν, καὶ ἑτέροις γενέσθαι θράσους αἴτιοι. Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, Τοῦ αὐτοῦ. ΑΥΤΟΥ. Εἰ εὐλαβεῖς ἦσαν, διατί κοπετὸν ἐποίησαν; οὔπω ἦσαν τέλειοι· ἐπίχαρις ἦν ὁ ἄνθρωπος, καὶ τοῦτο δείκνυσιν ἀνθρώπους ὄντας, οὐχὶ ὁ φόβος μόνον ἀλλὰ καὶ ἡ λύπη καὶ ὁ κοπετός· τίς οὐκ ἂν ἔκλαυσεν ὁρῶν τὸν ἥμερον ἐκεῖνον καὶ ἀρνειὸν λιθόλευστον γενόμενον καὶ κείμενον νεκρόν; ἱκανὸν αὐτοῦ ἐπιτάφιον εἶπεν ὁ Εὐαγγελιστὴς τὴν φωνὴν ταύτην, μὴ στήσῃς αὐτοῖς τὴν “ἁμαρτίαν ταύτην.” Καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ’ αὐτῷ. Διδύμου. Ὥσπερ οὐ πᾶν κέρδος ἀποδέχεσθαι δεῖ, ἣ μόνον τὸ πρὸς τὴν κυρίως ὠφέλειαν συντελοῦν· οὕτως οὐκ ἐπὶ πάσῃ ζημίᾳ ἢ συμφορᾷ δυσχεραίνειν χρὴ, ἀλλ’ ἐπὶ μόνων τῶν βλαπτόντων ψυχήν· ἐπεὶ τοίνυν καὶ ὁ Στέφανος σὺν ἀνθρώποις πρὸς θεοσέβειαν τοῖς ποθοῦσιν αὐτὴ πολὺ συνεβάλετο· ἀκόλουθον ἦν ἐπὶ τῇ ἀναιρέσει αὐτοῦ, ἀνιαρῶς φέρειν στερηθέντας ἀνδρὸς τοιούτου, οὐ μὴν δὲ ὅτι τούτῳ κοπετὸς μέγας γέγονε τῶν ὑστερηθέντων αὐτοῦ, ἀναγκαῖον ἐστὶ καὶ ἐπὶ θανάτῳ τῶν τυχόντων, κἂν ἄλλως φιλτάτοις ὦσιν, ὀλοφύρεσθαι, λυπουμένους πέρα τοῦ μέτρου· τύπον γὰρ καὶ περὶ τούτων δίδωσιν ὁ Σωτῆρ’, μέχρι τοῦ δακρύσαι ἐπὶ τῷ ἀγαπωμένῳ Λαζάρῳ τεθνηκότι ἔφθασεν. Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἵκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν· οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον, Τοῦ ΧΡΥΣΟΣΤÓMΟΥ. Πολλὴ ἡ μανία τὸ καινὸν αὐτὸν εἶναι, καὶ εἰς τοὺς οἴκους εἰσιέναι· τὴν γὰρ ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τοῦ νόμου· “συρὼν k,” φησὶν, “ἄνδρας καὶ γυναῖκας.” ὅρα καὶ τὴν παρρησίαν καὶ τὴν ὕβριν, καὶ τὴν μανίαν· τοὺς ἐμπίπτοντας ἅπαντας μυρίοις διετίθει κακοῖς· ἀπὸ γὰρ τῆς σφαγῆς ταύτης θρασύτερος γέγονεν. Τοῦ Αὐτοῦ. Ἐνίσχυσε, φησὶν, ὁ διωγμός· ἀλλὰ τότε μάλιστα προκατεχομένους ἐξείλετο· ἐπετείχισε γὰρ αὐτοῖς τὰ σημεῖα· οὐδὲ ὁ θάνατος Στεφάνου ἔσβεσεν αὐτῶν τὸν θυμὸν, ἀλλ’ ἐπέτεινε μᾶλλον· ἐσκόρπισε τοὺς διδασκάλους, ὥστε πλείονα γενέσθαι τὴν μαθητείαν· καὶ χαρὰ ἦν· καίτοι κοπετὸς ἦν μέγας· ἀλλ’ ὅρα πάλιν τὰ χρηστά. ἱκανοῦ χρόνου τὸ νόσημα ἦν, ἀλλ’ οὗτος αὐτοὺς ἐξείλατο. πῶς δὲ καὶ τὸν Σίμωνα ἐβάπτισεν; ὥσπερ καὶ τὸν Ἰούδαν ὁ Χριστὸς ἐξελέξατο. * Περὶ Φιλίππου τοῦ Ἀποστόλου πολλοὺς ἰασαμένου ἐπὶ τῇ Σαμαρεῖᾳ. Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. Ἰσιδώρου ἐξ ἐπιστολῆσ υμζ. Οὐχ ὁ Φίλιππος ὁ ἐν τοῖς δώδεκα καταλεγόμενος, ἀλλ’ εἷς τῶν ἑπτὰ τῶν μετὰ τοῦ ἀριστέως καὶ ἀρχιστρατήγου τῶν καλλινίκων μαρτύρων Στεφάνου ἐπιλεγεὶς πρὸς τὴν τῶν χηρῶν οἰκονομίαν· οὗτός ἐστιν ὁ καὶ τὸν εὐνοῦχον βαπτίσας, καὶ τὸν Σίμωνα κατηχήσας. Τοῦ Αὐτοῦ. ἐξ ἐπιστολῆσ ΥΜΗ. ᾿Επειδὴ καὶ μαρτυρίαν ζητεῖς τοῦ πράγματος γραφικὴν, ἄκουε τοῦ παναρίστου Λουκᾶ ἐν ταῖς Πράξεσι γεγραφότος· ἀναιρεθέντος Στεφάνου διωγμὸς ἐγένετο μέγας ἐπὶ τὴν ἐκκλησίαν· “πάντες δὲ διεσπάρησαν κατὰ τῆς χώρας τῆς ᾿Ιουδαίας καὶ τῆς Σαμαρείας, πλὴν τῶν Αποστόλων·” ὡς δῆλον εἶναι ὅτι ὁ Ἀπόστολος Φίλιππος σὺν τοῖς ἄλλοις ᾿Αποστόλοις ἐπὶ Ἰεροσολύμων κατέμεινεν. Τοῦ Αὐτοῦ. ἐξ ἐπιστοκῆσ ΥΜΗ. Τῶν Ἀποστόλων μόνων ἐν Ἰεροσολύμοις περιλειφθέντων, καὶ πάντων τῶν λοιπῶν μαθητῶν, ἄλλου ἀλλαχοῦ ἐνδιασπαρέντος, ἐν τοῖς διασπαρεῖσιν ἦν καὶ οὗτος ὁ Φίλιππος, ὁ καὶ τὸν Σίμωνα κατηχήσας ἐν Σαμαρείᾳ, καὶ τὸν εὐνοῦχον κατὰ θεῖον χρησμὸν βαπτίσας· ὑπὸ τοῦ Πνεύματος Κυρίου εἰς Ἄζωτον μὲν εὑρέθη· πρὸς δὲ Καισάρειαν ὥρμησε τὴν αὐτὸν ἐνεγκοῦσαν· τῆς γὰρ ἐπὶ Στεφάνου λύπης πειρασθεὶς, καὶ ἴσως δείσας μὴ τῶν ὁμοίων μετάσχῃ, ἐπαλινόστησεν οἴκαδε. ΕΞ ἐπιστολῆσ ΥΝ. Ἐπειδὴ πολλῶν ἀποδείξεων ἐρᾶς, ἰδοὺ καὶ ἑτέρα. Φίλιππος μὲν ἐβάπτισε τοὺς ἐν Σαμαρείᾳ μαθητευθέντας· Πέτρος καὶ Ἰωάννης οἱ Ἀπόστολοι καταβάντες ἀπὸ ῾Ιεροσολύμων πρὸς αὐτοὺς, τὴν τοῦ Πνεύματος χάριν παρέσχοντο· εἰ δὲ ὁ βαπτίσας εἷς τῶν ᾿Αποστόλων ἐτύγχανεν, εἶχεν τὴν αὐθεντείαν τῆς τοῦ Πνεύματος δόσεως· βαπτίζει δὲ μόνον ὡς μαθητὴς· τελειοῦσι δὲ τὴν χάριν οἱ Ἀπόστολοι, οἷς ἡ τῆς τοιαύτης δόσεως αὐθεντεία ἐδέδοτο. Πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλη ἐξήρχοντο. Τοῦ Χρυσοστόμου. τοῦτο γὰρ σημεῖον φανερὸν, ὅτι οὐχ ὡς οἱ μάγοι ἐποίουν· ἴσως γὰρ ἐκεῖνος ἐδέσμει. Πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· ἐγένετο δὲ χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. Οὐκ ἦν ἐνταῦθα ἀπάτη· περιπατῆσαι γὰρ ἔδει καὶ ἐνεργῆσαι.

---

Catenae (Novum Testamentum), Catena In Acta, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg008.local001/.
