# Catena In Acta ΚΕΦ. ΙΘ..1

Catenae (Novum Testamentum), Catena In Acta, ΚΕΦ. ΙΘ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-acta/%CE%9A%CE%95%CE%A6.%20%CE%99%CE%98..1

Ἀποστολὴ Βαρνάβα καὶ Παύλου παρὰ τοῦ Θείου Πνεύματος εἰς Κύπρον· ὅσα τε εἰργάσατο ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς Ἐλύμαν τὸν μόγον. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλη- σίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Ἀμμωνιου. Σημειωτέον ὅτι καὶ Παῦλος καὶ Βαρνάβας μετὰ τῶν προφητῶν κατετάγησαν. Μαναήν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. “Μαναήν τε Ἠρώδου τοῦ τετράρχου σύντροφος.” ἰδοὺ ὁ τρόπος ἑκάστου, καὶ οὐκ ἐκ παιδὸς ἀνατροφὴ σώζει· βλέπε γὰρ πῶς ὁ μὲν Ἡρώδης κάκιστος ἢν, μὴ βουληθεὶς μετανοῆσαι· ὁ δὲ τούτου σύντροφος Μαναὴν, τοσοῦτον μετεβλήθη, ὅτι καὶ προφητείας ἠξιώθη. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, Τοῦ Χρυσοστόμου. Τί ἐστι λειτουργούντων; τουτέστι κη- ρυττοντων. Εξ Ἀνεπιγράφου. Ὤσπερ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πάντα πράττουσιν αὐτεξουσίως, οὕτως καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ἔργον δὲ λέγει τὸ κήρυγμα, ὅπερ ἐστιν ἴδιον τῆς Ἀγίας Τριάδος. Ἀμμωνίου. Σημειωτέον ὅτι οὐ τοῖς τυχοῦσι λαλεῖ τὸ τὸ Ἅγιον, ἀλλὰ τοῖς λειτουργοῦσιν αὐτῷ καὶ νηστεύουσι· καὶ πάλιν σημειωτέον, ὅτι οὐχ ὡς ἔτυχεν ἐχειροτόνουν τοὺς διακόνους, ἀλλὰ προνηστεύοντες καὶ εὐχόμενοι· καὶ ἰδοὺ πάλιν ἐπέθηκαν τὰς χεῖρας τοῖς περὶ Σαῦλον· ὡς ἐκ τούτου στοχάζεσθαι, ὅτι τὸν τοῦ διακόνου βαθμὸν διὰ τῆς ἐπιγενομένης χειροθεσίας ὑπερέβησαν. Ινα τὸ ὁμότιμον δείξῃ. Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς· τότε νηστεύσαντες καὶ προσευξάμενοι, καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν. Τί ἐστιν ἀφορίσατέ μοι εἰς τὸ ἔργον; εἰς τὴν ἀποστολήν ὅρα πάλιν ὑπὸ τινῶν χειροτονεῖται· ὑπὸ Λουκίου τοῦ Κυρηναίου καὶ Μαναήν· μᾶλλον δὲ ὑπὸ τοῦ Πνεύματος· ὅσῳ γὰρ τὰ πρόσωπα ἐλάττονά ἐστι, τοσούτῳ σεμνότερα ἡ τοῦ Θεοῦ φαίνεται χάρις· χειροτονεῖται λοιπὸν εἰς ἀποστολὴν, ὥστε μετ’ ἐξουσίας κηρύττειν· πῶς οὖν αὐτός φησιν, “οὐκ ἀπ’ ἀνθρώπου, οὐδὲ δι’ ἀνθρώπων;“ ὅτι οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν, οὐδὲ προσήγετο· τουτέστιν οὐδὲ δι’ ἀνθρώπων· διὰ τοῦτο φησιν, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέμφθη, ἀλλ’ ὑπὸ τοῦ Πνεύματος. Καὶ μετ’ ὀλίγα—Σκόπει δὲ λοιπὸν τὴν αὐθεντείαν τοῦ Ἁγίου Πνεύματος· τίς ἂν ἐτόλμησε, μὴ τῆς αὐτοῦ ἐξουσίας ὣν, ταῦτα εἰπεῖν; πῶς τε αὐτοῖς εἶπε; διὰ προφητῶν ἴσως· διὰ τοῦτο προλαβὼν εἶπεν· ὅτι καὶ προφῆται ἦσαν, καὶ ἐνήστευον καὶ ἐλειτούργουν· ἵνα μάθῃς ὅτι πολλῆς νήψεως χρεία ἦν. ἐν Ἀντιοχείᾳ χειροτονεῖται ἔνθα κηρύττει· διατί μὴ εἶπε, τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ’ ἐμοί; δείκνυσιν ὅτι ἔνεστι τὸ τῆς ἐξουσίας καὶ δυνάμεως· ὅρα ὅσον ἡ νηστεία δείκνυσι μέγα. Καὶ πάλιν— Οθεν δῆλον ὅτι καὶ μία ἐξουσία Υἱοῦ καὶ Πνεύματος· ἀπὸ γὰρ Πνεύματος ἀποσταλεὶς, ὑπὸ τοῦ Υἱοῦ φησὶν ἀπεστάλθαι· τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ Πνεύματι λογιζόμενος· τοῖς γὰρ Μιλησίων διαλεγόμενος ἄρχουσι καὶ πρεσβυτέροις, “προσ- “ ἔχετε ἑαυτοῖς, φησι, “ καὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἔθετο ὑμᾶς τὸ “ Πνεῦμα τὸ Ἅγιον ποιμένας καὶ ἐπισκόπους· καίτοιγε ἐν ἀλλῇ φησὶν ἐπιστολῇ “ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ· πρῶτον “Ἀποστόλους, δεύτερον προφήτας, εἶτα ποιμένας καὶ διδασκά- “ λους.” οὕτως διαφόρως κέχρηται τῷ λόγῳ, τὰ n τοῦ Πνεύματος, τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ Πνεύματος· ἐμφράττει δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόματα, λέγων “ διὰ Ἰησοῦ “ Χριστοῦ καὶ Θεοῦ Πατρός. ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην προσερρῖφθαι τῷ Υἱῷ φασὶν, ὅρα τί ποιεῖ; ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησι, διδάσκων ἡμᾶς μὴ νομοθετεῖν τῇ ἀρρήτῳ φύσει, μηδὲ μέτρα θεότητος ὁρίζειν, μέσους καὶ Υἱοῦ καὶ Πατρὸς γενομένους· εἰπὼν γὰρ “ διὰ Ἰησοῦ Χριστοῦ,” ἐπήγαγε “ καὶ Θεοῦ Πατρός·” εἰ μὲν γὰρ καθ’ ἑαυτὸ τοῦ Πατρὸς μνημονεύσας εἶπεν τὸ δι’ οὗ, ἴσως ἃν καὶ ἐσοφίσαντο λέγοντες ἁρμόζειν τῷ Πατρὶ τὸ δι’ οὗ, τῷ τὰ ἔργα τοῦ Υἱοῦ εἰς αὐτὸν ἀναφέρεσθαι· νυνὶ δὲ τοῦ Υἱοῦ μνημονεύσας ὁμοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινὴν ο θεὶς τὴν λέξιν, οὐκέτι τὸν λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν· οὐ γὰρ ὡς τὰ τοῦ Υἱοῦ νῦν ἀνατιθεὶς τῷ Πατρὶ τοῦτο ποιεῖ, ἀλλ’ ὡς p δεικνὺς ὅτι οὐδεμίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν εἰσάγει. Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος, κατῆλθον εἰς Σελεύκειαν, κἀκεῖθέν τε ἀπέπλευσαν ’σαν εἰς Κύπρον. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ἐν Σελευκείᾳ οὐ διατρίβουσιν, εἰδότες ὅτι ἀπὸ τῆς γείτονος πόλεως ἐκαρπώσαντο ἃν πολλὴν τὴν ὠφέλειαν· ἀλλὰ πρὸς τὰ κατεπείγοντα σπεύδουσιν. Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ Απὸ Λόγου Κη'. Ταῦτα εἴρηται κατὰ τὴν πρόχειρον ἔννοιαν· κατὰ δὲ τὴν ὑψηλὴν καὶ ἀνηγμένην καὶ ἀληθῆ, θάλασσαν τὸν κόσμον τοῦτον εἶναί φησι, διὰ τὸ ἄστατον καὶ ῥέον τοῦ βίου κλυδώνιον· οὗ τῶν Ἀποστόλων οἱ πόδες ἐπιβάντες, ἐτάραξαν ὕδατα πολλὰ, τὰ ἐνκόσμια καὶ φιλήδονα καὶ διακεχυμένα νοήματα διασκεδάσαντες, καὶ τῇ διδασκαλίᾳ τῆς ἐγκρατείας καὶ σωφροσύνης ξηράναντες. Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. Τοῦ Χρυσοστόμου. Ὁρᾶς πᾶσαν σπουδὴν ποιουμένους αὐτοὺς ἐκείνοις καταγγέλλειν τὸν λόγον πρώτοις, ἵνα μὴ φιλονεικοτέρους ἐργάσωνται· καὶ ἐκείνοις οὐκ ἐλάλουν εἰ μὴ μόνοις Ἰουδαίοις· καὶ αὐτοὶ εἰς τὰς συναγωγὰς ἀπήεσαν. Διεξελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου, εὗρον ἐκεῖ ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον, ὀνόματι Βαρϊησοῦν, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος· οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ· ζητῶν ἀπόστρεψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Τοῦ Αὐτοῦ Πἀλιν μάγος Ἰουδαῖος καθάπερ Σίμων· καὶ ὅρα τοῦτον, ὅτε μὲν τοῖς ἄλλοις ἐκήρυττον, οὐ σφόδρα ἀγανακτοῦντα· ἐπειδὴ δὲ τῷ ἀνθυπάτῳ προσήεσαν, τότε· τὸ δὲ θαυμαστὸν τοῦ ἀνθυπάτου, ὅτι καὶ προκατειλημμένος ἐκείνου τῇ μαγείᾳ, ἤθελεν ἀκοῦσαι τῶν Ἀποστόλων· οὕτω καὶ οἱ Σαμαρεῖται ἐποίησαν, ἡνίκα φαίνεται τῆς μαγείας ἁλισκομένης· πανταχοῦ ἡ κενοδοξία καὶ ἡ φιλαρχία αἰτία τῶν κακῶν· πρὸς τὴν ῥίζαν ἐλθόντες τῆς νόσου ο τὸν ἀνθύπατον ἐσπούδαζον διορθῶσαι· ὅτι γὰρ οὐ κολακείας ἦν τὸ λέγειν, συνῆν τῷ ἀνθυπάτῳ ἀνδρὶ συνετῷ, ἀπὸ τοῦ πράγμα- τος μάνθανε· πῶς οὐκ ἐδεήθη λόγων πολλῶν; πῶς ἠθέλησεν αὐ- τῶν ἀκοῦσαι; καὶ τὰ ὀνόματα δὲ λέγει· ἐπειδὴ προσφάτως ἔγρα- Φον· ὄρα ὅτι οὐδὲν πρὸς ’τον μάγον εἶπον, ὡς ἐκεῖνος ἀφορμὴν ἔδωκεν, ἀλλὰ τὸν λόγον τοῦ Κυρίου κατήγγελλον· ἐπειδὴ τοὺς ἄλλους ὁ μάγος ἑώρα προσέχοντας, πρὸς ἓν τοῦτο ἑώρα, ὥστε ἐκεῖνον μὴ πεισθῆναι. Σαῦλος δὲ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου, ἀτενίσας εἰς αὐτὸν εἶπεν, Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὸ ὄνομα αὐτοῦ ἀμείβεται μετὰ τῆς χειροτονίας· ὅπερ καὶ ἐπὶ τοῦ Πέτρου γεγένηται. Τοῦ αὐτοῦ ἐκ τῆσ πρὸσ Ῥωμαίουσ ἐπιστολῆσ. τίνος ἕνεκεν μετέθηκε τὸ ὄνομα αὐτοῦ ὁ Θεὸς, καὶ Σαῦλον ὄντα Παῦλον ἐκάλεσεν; ἵνα μηδὲ ταύτῃ τῶν Ἀποστόλων ἔλαττον ἔχῃ· ἀλλ’ ὅπερ ἔσχεν ἐξαίρετον ὁ κορυφαῖος τῶν μαθητῶν, τοῦτο καὶ αὐτὸς κτήσηται, καὶ πλείονος οἰκειώσεως ὑπόθεσιν λάβῃ. Ὢ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, Τοῦ αὐτοῦ. Καὶ ὅρα· οὐχ ὕβρις τὸ πρᾶγμα ἐστὶν, ἀλλὰ κατηγορία· τοὺς γὰρ ἰταμοὺς καὶ ἀναισχύντους οὕτω δεῖ καταπλήττεσθαι· ἐνταῦθα ἀποκαλύπτει τὰ ἐν τῇ διανοίᾳ, πρὸς σχήματι σωτηρίας ἀπολλύντι τὸν ἀνθύπατον. Τοῦ αὐτοῦ. Ὢ πλήρης παντὸς δόλου· οὐδὲν ἐλλιπῶς φησι· καὶ καλῶς εἶπε “παντὸς δόλου,’ ὑπεκρίνετο γάρ· “υἱὲ διαβόλου” τὸ γὰρ ἔργον ἐκείνου ἔπραττεν· “ ἐχθρὲ πάσης δικαιοσύνης” ἡ γὰρ πᾶσα δικαιοσύνη αὕτη ἦν· ἐμοὶ δοκεῖ καὶ τὸν βίον ἐλέγχειν τὸν αὐτοῦ· οὐκ ἦν θύμου τὰ ῥήματα· διὰ τοῦτο προλαβὼν εἶπε, “πληδθρὶε πλησθεὶς Πνεύματος Ἁγίου, τουτέστιν ἐνεργείας. Διδύμου. Ἐπεὶ ὁ δικαιοσύνης ἐχθρὸς ἐναντίος αὐτῇ ἔστιν· ἀρετὴ δὲ ἡ δικαιοσύνη· τὸ δὲ ποιότητι ἐναντίον καὶ αὐτὸ ποιότης p. οὐ ποιότης δὲ ὁ προκείμενος μάγος, ἀλλ’ ἄνθρωπος· ἐχθρὸς δικαιο- σύνης, οὐχ ᾖ q ἄνθρωπος, ἄνθρωπος, ἀλλὰ τῷ ἔχειν ἀδικίαν τυγχάνει· εἰ δὲ τῷ ἔχειν ἀδικίαν κακός ἐστιν, οὐκ ἐκ κατασκευῆς ἐστὶ τοιοῦτος· ὅθεν οὐ ῥᾳδιουργία ἡ δολιότης ἐστὶν, ἀλλὰ πλήρης τούτων τυγχάνει, κατὰ διάθεσιν αὐτὰ σχών· ᾧ ἕπεται, κατὰ γνώμην, ἀλλ’ οὐ κατ’ οὐσίαν πόνηρον αὐτὸν εἶναι, ἐπιστατέον. Ἰσιδώρου Πηλουσιώτου ἐξ Ἐπιστολῆσ Τνα'. Οὐκ ἔστιν ἐναντίον τῷ θείῳ νόμῳ, ἐμφρονέστατε, τῷ ἀγαπᾶν τοὺς ἐχθροὺς παραγγέλλοντι, τὰ παρὰ τοῦ Ἀποστόλου εἰς τὸν μάγον γενόμενα· ἀλλ’ ἐπειδὴ τὰς ὁδοὺς διέστρεφε τοῦ κηρύγματος, καὶ τὸν ἀνθύπατον ἀφιστᾷ τῆς πίστεως, δι’ οὗ ἅπαν τὸ ἔθνος χειρωθῆναι ἢν πρὸς σωτηρίαν ῥᾴδιον, ἐκ τῆς καθ’ ἑαυτὸν οἰκονομίας, σωφρονίζει ὁ Παῦλος τὸν βλάσφημον· τύφλωσιν ἐπαγαγὼν πρὸς νουθεσίαν, τὴν καὶ αὐτὸν χειραγωγήσασαν πρὸς μαθησίαν· ἐδιδάχθη γὰρ ἐκείνῳ θεραπεύειν τῷ φαρμάκῳ τὴν ἀπιστίαν, ὥσπερ αὐτὸς ἰάθη τὴν ἐκ τοῦ νόμου ἀντιλογίαν· τὸ δὲ “ ἄχρι καιροῦ ὅριον τῇ γνώμη διδοὺς ἐν ἑαυτῇ ἔχειν τοῦ φωτὸς τὴν ἀπόληψιν, τὸν τρόπον μεταβάλλουσα πρὸς τὸ βελτίον’. Οὐ παύση διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐ- θείας; Τοῦ Χρυσοστόμου. Οὐχ ἡμῖν πολεμεῖς, φησὶν, οὐδὲ μάχῃ, ἀλλ’ ὁδοὺς Κυρίου διαστρέφεις τὰς εὐθείας. Διδύμου. Καὶ τὸ “ οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς πρὸς δυνάμενον παύσασθαι ἡ ἐπίπληξις· οὐ δυνατὸν δὲ παύσασθαι τῷ κατ’ οὐσίαν κακῷ· συμφωνεῖ τούτοις καὶ τὰ τῆς ἐπιτιμίας· ἐκ βλέποντος γὰρ τυφλὸς γενόμενος μεταβολὴν ἔσχεν· ἀλλὰ καὶ τὸ “ ἄχρι καιροῦ προσκείμενον δείκνυσιν, ὅτι τῷ φαύλως βλέπειν ἀπο- βεβηκὼς q μετὰ τὸν δηλούμενον καιρὸν, ἔσται ἐν τῷ καλῶς ὁρᾶν· καὶ τοῦτο τὸ ῥητὸν ἀνατρέπει δόξαν τῶν λεγόντων, μὴ ἀγαθοῦ Θεοῦ εἶναι τὸ ποιεῖν βλέποντα καὶ τυφλόν· οὐ γὰρ ἐκείνου τοῦ Θεοῦ κατὰ τὴν γνώμην ταύτην τοῦ ἀγαθοῦ διάκονος ὢν Παῦλος, δυνάμει τοῦ ἰδίου Θεοῦ τὸν Ἐλύμαν ἐτύφλωσεν. Καὶ νῦν ἰδοὺ, χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔση τυφλὸς μὴ βλέπων τὸν ἥλιον, ἄχρι καιροῦ. Τοῦ Χρυσοστόμου. Ὧι αὐτὸς προσήχθη σημείῳ, τούτῳ καὶ τοῦτον ἠβουλήθη προσαγαγεῖν. Τοῦ Αὐτοῦ Καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ. οὐκ ἄρα τιμωρία ἢν, ἀλλ’ ἴασις· μονονουχὶ γὰρ ἔλεγεν, οὐκ ἐγὼ ποιῶ, ἀλλ’ ἡ τοῦ Θεοῦ χείρ· ὅρα τὸ ἄτυφον· οὐκέτι φῶς ὡς ἐπὶ Παύλου περιήστραψεν αὐτόν. Τοῦ Αὐτοῦ τοῦτο οὐ κολάζοντος ἦν τὸ ῥῆμα, ἀλλ’ ἐπιστρέφοντος· εἰ γὰρ κολάζοντος ἦν, διὰ παντὸς ἃν αὐτὸν ἐποίησε τυφλόν· νῦν δὲ οὐ τοῦτο, ἀλλὰ πρὸς καιρὸν, ἵνα τὸν ἀνθύπατον κερδάνῃ. Ἐξ Ἀνεπιγράφου. Τὸ “ἄχρι καιροῦ” μετανοίας κόν· ἵνα εἰ μὲν μετανοήσῃ, σωτηρίας τύχῃ παρὰ Θεοῦ· εἰ δὲ καταφρονήσει, καὶ οὕτως τῆς τοῦ Θεοῦ μακροθυμίας καὶ χρηστότητος ἀναπολόγητον ἕξῃ τὴν δίκην. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιαγῶν ἐζήτει χειραγωγούς· τότε ἰδὼν ὁ ἀνθύπα- τος τὸ γεγονὸς, ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῆ δι- δαχῇ τοῦ Κυρίου. Τοῦ Χρυσοστόμου. Διατί μὴ ἕτερον σημεῖον ἐποίησεν; οὐκ ἦν τούτου ἶσον τὸν ἐχθρὸν ἑλεῖν. Καὶ μετ’ ὀλίγα—τεκμήριον τῆς τυφλότητος τὸ χειραγωγοὺς ζητεῖν· καὶ ὄρα τὴν πύρωσιν ὁ ἀνθύπατος μόνος ἐπίστευσε, καὶ οὐχ ἁπλῶς, ἀλλ’ ἐκπληττόμενος· εἶδεν ὅτι οὐ λόγος οὐδὲ ἀπάτη ταῦτα. ὅρα πόσον ἐρώτα εἶχε διδασκαλίας, ἐν ἀρχῇ ὣν τοσαύτῃ ἐκπληττόμενος· τὸν γὰρ προκατειλημμένον τῇ μαγείᾳ αὐτοῦ, ταύτῃ τῇ τιμωρίᾳ παιδευθῆναι ἐχρῆν· ὥσπερ οὖν καὶ οἱ μάγοι ὑπὸ τῶν φλυκτίδων ἐπαιδεύοντο. ὅρα δὲ αὐτοὺς οὐκ ἐγχρονίζοντας αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου λοιπὸν πιστεύσαντος, οὐδὲ μαλακισθέντας τῇ κολακείᾳ καὶ τιμῇ, ἀλλ’ εὐθέως τοῦ ἔργου ἐχομένους, καὶ εἰς τὴν ἀντίπερα χώραν ὁρμῶν- τας. Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου, οἱ περὶ Παῦλον, ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Τοῦ Χρυσοστόμου. Τί δήποτε ὁ Ἰωάννης ἀποχωρεῖ ἀπ’ αὐτῶν; ἅτε ἐπὶ μακροτέραν λοιπὸν στελλομένων ὁδόν· καίτοι γε ὑπηρέτης ἦν· ἀλλὰ τὸν κίνδυνον αὐτοὶ εἶχον· ἐλθόντες δὲ αὐτοὶ πάλιν εἰς Πέργην παρατρέχουσιν· ἐπὶ γὰρ τὴν μητρόπολιν ἠπεί- γοντο τὴν Ἀτιόχειαν. Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργησ, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων τῇ ἡμέρᾳ τῶν Σαββάτων, ἐκάθισαν. Τοῦ Αὐτοῦ Πἀλιν εἰς τὰς συναγωγὰς ἐν σχήματι Ἰουδαίων εἰσήεσαν, ὥστε μὴ πολεμεῖσθαι μηδὲ ἐλαύνεσθαι· καὶ οὕτω τὸ πᾶν κατώρθουν. Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, ἄνδρες ἀδελφοὶ, εἴτις ἐστὶν ἐν ὑμῖν λόγος παρακλήσεως σεως πρὸς τὸν λαὸν, λέγετε. Τοῦ Αὐτοῦ Λοιπὸν ἐντεῦθεν τὰ κατὰ Παῦλον μανθάνομεν· οὐ μικρὰ περὶ τοῦ Πέτρου μαθόντες ἐν τοῖς πρῴην εἰρημένοις· ὅρα δὲ αὐτοὺς ἀφθόνως τοῦτο ποιοῦντας· μετὰ δὲ τοῦτο οὐκέτι· εἰ τοῦτο βούλεσθε, μᾶλλον ἔδει παρακαλέσαι, ἀλλ’ ὣ τῆς φιλαρχίας, ὣ τῆς κενοδοξίας· πῶς πάντα ἀνατρέπει καὶ ἀπόλλυσι κατὰ τῆς οἰκείας, κατὰ τῆς τῶν ἄλλων σωτηρίας· ἑστάναι παρασκευάζει πηροὺς ὄντας, καὶ τυφλοὺς ἐργάζεται ὥστε χειραγωγοὺς ἐπιζητεῖν· ἀλλ’ οὐκέτι τούτου ἀνέχονται, ἀλλ’ ἑαυτοῖς ἐπιτρέπουσι τὸ πᾶν· οὐδὲν ἀφίησιν ἰδεῖν· καθάπερ ἀχλὺς ἐπιτίθεται, καὶ ζόφος οὐκ ἀφίησι διακλέψαι. Ἀμμωνίου. Ἔθος τοῖς Ἰουδαίοις ἐν τοῖς Σάββασιν σκειν τὸν νόμον Μωυσέως καὶ τοὺς προφήτας· καὶ μετὰ τὴν τούτων ἀνάγνωσιν προσομιλεῖν καὶ ἐξηγεῖσθαι· διὸ καὶ οἱ Ἰουδαίων ἀρχισυνάγωγοι μετὰ τὴν ἀνάγνωσιν προετρέποντο τοὺς περὶ Παῦλον λαλῆσαι παραινετικοὺς λόγους τῇ συναγωγῇ.

---

Catenae (Novum Testamentum), Catena In Acta, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg008.local001/.
