# Catena In Acta ΚΕΦ. ΚΑ.

Catenae (Novum Testamentum), Catena In Acta, ΚΕΦ. ΚΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-acta/%CE%9A%CE%95%CE%A6.%20%CE%9A%CE%91.

Οπως ἐν Ἰκονίῳ κηρύξαντες τὸν Χριστὸν, πολλῶν τε πιστευσάντων ἐδιώχθησαν οἱ Ἀπόστολοι. Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως, ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. Τοῦ Αὐτοῦ. Πἀλιν εἰς τὰς συναγωγὰς εἰσήεσαν· ὅρα πῶς οὐκ ἐγένοντο δειλότεροι, εἰπόντες, “ὅτι στρεφόμεθα εἰς τὰ ἔθνη.” ἐκ πολλῆς τῆς περιουσίας ὁμῶς ἀναιροῦσιν αὐτῶν τὴν ἀπολογίαν, “ὥστε ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος·” εἰκὸς γὰρ αὐτοὺς ὡς καὶ πρὸς Ἕλληνας διαλέγεσθαι. Οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Τοῦ Χρυσοστόμου. Κατὰ τὸ αὐτὸ λοιπὸν καὶ τὰ ἔθνη ὡς οὐκ ἀρκοῦντες αὐτοί· τι οὖν ἐκεῖθεν οὐκ ἐξῆλθον; οὐ γὰρ ἐδιώκοντο, ἀλλ’ ἐπολεμοῦντο μόνον. Τοῦ Αὐτοῦ. τουτέστι διέβαλλον τοὺς Ἀποστόλους· μυρία αὐτῶν κατηγόρησαν· ἀπλάστους ὄντας κακούργως διέθηκαν. Ἀμμωνίου. Ἐπήγειραν κατὰ τῶν πιστῶν· οἱ Ἰουδαῖοι συνδυάζουσι t μετὰ Ἑλλήνων, ἵνα καὶ ἐν τούτῳ πληρωθῇ τὸ εἰρημένον ἐν Ψαλμοῖς· “ἱνατί τι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; καίτοι τῶν πιστῶν ἀδελφοὺς αὐτοὺς καλούντων πανταχοῦ ἐν ταῖς παραινέσεσι, καὶ λεγόντων “ἄνδρες ἀδελφοί· οὕτω γὰρ καὶ ὁ ψαλμὸς προεφήτευσε περὶ τοῦ Κυρίου, τὸ αὐτὸ ποιοῦντος καὶ λέγοντος ὡς ἐκ προσώπου τοῦ Χριστοῦ Ἰησοῦ· “ἀπαγγελῶ τὸ “ὄνομά σου τοῖς ἀδελφοῖς μου.” Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ Κυρίῳ, μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν ἀυτῶν. Τοῦ Χρυσοστόμου. τοῦτο ἐποίει τὴν παρρησίαν· τὴν παρρησίαν ἐποίει ἡ αὐτῶν προθυμία· διὰ τοῦτο μέχρι πολλοῦ σημεῖα οὐ ποιοῦσι· τὸ δὲ πιστεῦσαι τοὺς ἀκούοντας τῶν σημείων ἦν· συντελεῖ δέ τι καὶ ἡ παρρησία. ὅρα δὲ πῶς ἁπανταχοῦ τῷ Θεῶ ἀνατιθέασι τὸ πᾶν. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς Ἀποστόλοις. Τοῦ Χρυσοστόμου. Οὐ μικρὸν τοῦτο σχισθῆναι· τοῦτο ἧν ὃ ἔλεγεν ὁ Χριστὸς, “οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν.” Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτοὺς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον, κᾀκεῖ ἦσαν εὐαγγελιζόμενοι. Τοῦ αὐτοῦ. Πἀλιν ὥσπερ ἐπίτηδες ἐκτεῖναι βουλόμενοι τὸ κήρυγμα, μετὰ τὸ αὐξηθῆναι πάλιν αὐτοὺς ἐξάγουσιν· ὅρα πανταχοῦ τοὺς διωγμοὺς μεγάλα ἐργαζομένους ἀγαθὰ, καὶ τοὺς διώκοντας ἡττῶντας, τούς τε διωκομένους λαμπροτέρους ἀποφαίνοντας· ἐλθὼν γὰρ ἐν Λύστροις ποιεῖ θαῦμα μέγα, τὸν χωλὸν ἀναστήσας, καὶ ” μεγάλῃ τῇ φωνῇ.” Ἀμμωνίου πρεσβυτέρου. Οὐδὲν οὖν ἄτοπον εἰ οἱ τοὺς ἐπιβουλεύειν αὐτοὺς μέλλοντας· καὶ οὐ δοκοῦσιν ἐκ τούτου δραπετεύειν τὸν ἀπὸ τοῦ μαρτυρίου πόλεμον ἐνβάσανον u. τοῦτο δέ μοι σεσημείωται διὰ τοὺς μεμψαμένους Ἀριανοὺς τὸν μέγαν Ἀθανάσιον ἐν τῇ πίστει φεύγοντα, καὶ μὴ ἐκδιδόντα ἑαυτὸν τοῖς Ἀρειανοῖς εἰς τὸ θανατῶσαι αὐτόν.

---

Catenae (Novum Testamentum), Catena In Acta, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg008.local001/.
