# Catena In Acta ΚΕΦ. Κς..1

Catenae (Novum Testamentum), Catena In Acta, ΚΕΦ. Κς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-acta/%CE%9A%CE%95%CE%A6.%20%CE%9A%CF%82..1

Περὶ τῆς ἐν Ἀθηναῖς ἐπιβωμίου γραφῆς, φιλοσόφου τὲ κηρύγματος, καὶ εὐσεβείας τοῦ Παύλου. Ανδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Τοῦ Χρυσοστόμου. Ὥσπερ ἐγκωμιάζειν αὐτοὺς δοκεῖ, οὐδὲν βαρὺ λέγων· “ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ.” Τοῦ Αὐτοῦ ἐκ τοῦ κατὰ Ἰουδαίων λόγου. Ἐπεὶ καὶ Παῦλος εἰσελθὼν εἰς τὰς Ἀθήνας οὐκ ἀπὸ προφητῶν οὐδὲ ἐξ εὐαγγε- λίων αὐτοῖς διελέγετο, ἀλλ’ ἀπὸ βωμοῦ τὴν παραίνεσιν ἐποιεῖτο· οὐκ ἐπειδὴ τὸν βωμὸν ἀξιοπιστότερον εἶναι τῶν εὐαγγελίων ἐνόμιζεν, οὐδὲ ἐπειδὴ τὰ γράμματα τὰ ἐκεῖ κείμενα τῶν προφητῶν εἶναι τιμιώτερα· ἀλλ’ ἐπειδὴ πρὸς τοὺς Ἕλληνας διελέγετο, τοὺς οὐδενὶ τῶν ἡμετέρων πιστεύοντας, ἄπο τῶν οἰκείων αὐτοὺς ἐχειρώ- σατο δογμάτων· διὰ τοῦτό φησιν, “ἐγενόμην τοῖς Ἰουδαίοις ὡς “Ἰουδαῖος,” καὶ τὰ ἑξῆς. Τοῦτό ἐστι τὸ εἰρημένον τῷ Ἀποστόλῳ, “ἐγενόμην τοῖς ἀνό- “μοις ὡς ἄνομος, ἵνα κερδήσω ἀνόμους. Ἀθηναίοις γὰρ δημηγορῶν, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἀπὸ τοῦ νόμου διελέχθη, ἀλλ’ ἀπὸ βωμοῦ τὴν παραίνεσιν ἐποιήσατο· ἀπὸ τῶν οἰκείων αὐτοὺς ἐχειρώσατο δογμάτων· διὸ οὐκ εἶπεν ἄνομος, ἀλλ’ ὡς ἄνομος. Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπέγραπτο, ἀγνώστῳ θεῷ. Τοῦ Χρυσοστόμου. Οὐκ εἶπε τοὺς δαίμονας ἁπλῶς, ἀλλὰ προοδοποιεῖ τῷ λόγῳ· διὰ τοῦτο φησὶ, “δεισιδαιμονεστέρους ὑμᾶς “θεωρῶ,” διὰ τὸν βωμόν· ἐφθέγξατο φωνὴν μίαν, δι’ ἧς πάντα κατέστρεψε τὰ τῶν φιλοσόφων. οἱ μὲν γὰρ Ἐπικούρειοι αὐτόματα φησὶ καὶ ἀπὸ ἀτόμων· οἱ δὲ Στοικοὶ σῶμα καὶ ἐκπύρωσιν· ἀλλ’ ἔργον αὐτοῦ φησὶ τὸν κόσμον, καὶ τὰ ἐν αὐτῷ πάντα· ὅρα συντομίαν καὶ ἐν συντομίᾳ σαφήνειαν· ὅρα τίνα ἦν ξενίζοντα αὐτούς· ὅτι ὁ Θεὸς τὸν κόσμον ἐποίησεν· ἃ καὶ τῶν τυχόντων ἴσασι τινὲς νυνὶ, ταῦτα οὐκ ᾔδεσαν Ἀθηναῖοι, καὶ Ἀθηναίων οἱ φιλόσοφοι· εἰ γὰρ ἐποίησε, δηλονότι καὶ Κύριος. ὅρα τί φησι, θεότητος εἶναι γνώρισμα τὸ δημιουργικὸν, ὅπερ ἔχει καὶ ὁ Χριστός· καὶ γὰρ οἱ προφῆται πανταχοῦ τοῦτο φασὶ, Θεοῦ τὸ δημιουργεῖν· οὐχ ὥσπερ ἐκεῖνοι· ἄλλον μὲν γὰρ τὸν ποιητήν φασιν, οὐ κύριον δὲ, ὕλην ἀγέννητον ὑποθέντες. Δεισιδαίμων λέγεται ὁ δεδιὼς τὰ δαιμόνια, ὁ πάντα θειάζων καὶ λίθον καὶ ξύλον καὶ πνεῦμα. Τοῦ Χρυσοστόμου πρὸσ τοῦσ μὴ ἀπαντήσαντασ εἰσ τὴν ΣΥΝΑΞΙΝ, ΚΑῚ ΕΙΣ ΤΟ MH ΠΑΡΑΤΡΕΚΕΙΝ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΥΩΝ βιβλίων· καὶ εἰσ τὸ ἐπίγραμμα τοῦ βωμοῦ. βούλεσθε ὅση τῆς ἐπιγραφῆς ἡ ἰσχὺς, ὅση ἡ δύναμις, ὅσος ἀπόκειται θησαυρὸς ἐν ταῖς ἐπιγραφαῖς τῶν γραφῶν; ἀκούσατε ἵνα μὴ καταφρονῆτε τῆς ἐπιγραφῆς τῶν θείων βιβλίων. εἰσῆλθεν εἰς Ἀθήνας ὁ Παῦλος ποτὲ, ἐν αὐτῷ τῷ βιβλίῳ τούτῳ ἐπιγέγραπται ἡ ἱστορία αὕτη· εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν ἑστηκότα, βωμὸν εἰδώλου· εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν, ἀγνώστῳ θεῷ· καὶ οὐ παρέδραμεν, ἀλλ’ ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὸν βωμὸν καθεῖλε Παῦλος ὁ ἅγιος, ὁ Πνεύματος χάριν ἔχων· οὐ παρέδραμε βωμοῦ ἐπίγραμμα, καὶ σὺ ἐπιγραφὴν γραφῶν παρατρέχεις· ἐκεῖνος οὐκ ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι οἱ εἰδωλολάτραι, καὶ σὺ ἃ ἐπέγραψε τὸ Πνεῦμα τὸ Ἅγιον οὐ νομίζεις εἶναι ἀναγ- καῖα· καὶ ποίαν ἔχεις συγγνώμην; ἀλλὰ γὰρ ἴδωμεν πόσον τὸ κέρδος ἀπὸ τοῦ ἐπιγράμματός ἐστιν· ἵνα ὅταν ἴδῃς ἐπίγραμμα βωμῷ ἐγκεκολαμμένον, ὅτι τοσαύτην παρέσχε τὴν ἰσχὺν, μάθῃς ὅτι πολλῷ μᾶλλον τὰ ἐπιγράμματα τῶν θείων γραφῶν τοῦτο ποι- ῆσαι δυνήσεται. εἰσῆλθεν εἰς τὴν πόλιν· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπται ἀγνώστῳ θεῷ· τι ἔδει ποιῆσαι; Ἕλληνες πάντως ἦσαν ἀσεβεῖς πάντες· τι οὖν ἐχρῆν ποιῆσαι; ἀπὸ εὐαγγελίων δια- λεχθῆναι; ἀλλὰ καταγέλων· ἀλλ’ ἀπὸ προφητῶν; ἀλλ’ οὐκ ἐπίστευον· τι οὖν ἐποίησεν; ἐπὶ τὸν βωμὸν ἔδραμε, καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεμίων αὐτοὺς ἐχειρώσατο· καὶ τοῦτό ἐστιν ὃ λέγει· “ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς “ἀνόμοις ὡς ἄνομος.” εἶδε τὸν βωμόν· εἶδε τὸ ἐπίγραμμα· ἀνέστη τῷ Πνεύματι· τοιαύτη γὰρ ἡ Πνεύματος χάρις· πάντοθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομένους αὐτήν· τοιαῦτα ἡμῶν τὰ ὅπλα τὰ πνευματικά· “αἰχμαλωτίζοντα” γάρ, φησι, “πᾶν νοῆμα εἰς τὴν “ὑπακοὴν τοῦ Χριστοῦ·” εἶδε τοίνυν τὸν βωμόν· οὐκ ἐδειλίασεν, ἀλλὰ μετέστησε τὰ γράμματα πρὸς αὐτόν μᾶλλον δὲ τὰ γράμματα ἀφ’ οὗ μετέθηκεν αὐτῶν τὸ νόημα· καὶ καθάπερ ἐν πολέμῳ στρατηγὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεμίων γενναῖον καὶ μέγαν εἶτα λαβόμενος ἀπὸ τῆς κόμης τοῦ στρατιωτου πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν μεταστήσειεν, καὶ παρασκευάσει ὑπὲρ αὐτοῦ πολεμεῖν· οὕτω καὶ Παῦλος ἐποίησε· καθάπερ ἐν παρατάξει πολεμίων, τὸ ἐπίγραμμα εὑρὼν ἐν τῷ βωμῷ γεγραμμένον, πρὸς τὴν ἑαυτοῦ τάξιν μετέστησεν· ἵνα μετὰ Παύλου τοῖς Ἀθηναίοις πολεμεῖ, ἀλλὰ μὴ μετὰ Ἀθηναίων τὸν Παῦλον βάλλῃ· ξίφος ἦν τῶν Ἀθηναίων· μάχαιρα ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα ἐκεῖνο· ἀλλ’ αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν· οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ ἐν τοῖς οἰκείοις ὅπλοις αὐτοὺς ἐχειρώσατο· τοῦτο γὰρ κατὰ λόγον σημαίνει· τὸ γὰρ καινὸν καὶ παράδοξον· ὅταν τὰ τῶν πολεμίων ὅπλα, ταῦτα μηχανήματα τοῖς πολεμίοις ταῦτα προσάγηται· ὅταν τὸ ξίφος, ὃ καθ’ ἡμῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπάγῃ πληγήν· τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις· οὕτω καὶ ὁ Δαβὶδ ἐποίησε ποτέ· ἐξῆλθε γυμνὸς τῶν ὅπλων, ἵνα φανῇ ἡ τοῦ Θεοῦ χάρις γυμνή· μηδὲν γὰρ ἀνθρώπινον ἔστω φησὶν, ὅταν ὁ Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ· ἐξῆλθε τοίνυν γυμνὸς τῶν ὅπλων, καὶ κατήνεγκε ’τον πύργον ἐκεῖνον· εἶτα ἐπειδὴ ὅπλα οὐκ εἶχε, δραμὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γολιὰδ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τοῦ βαρβάρου· οὕτω καὶ ὁ Παῦλος ἐποίησεν ἔπι τοῦ ἐπιγράμματος τούτου· καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ· εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ἀγνώστῳ θεῷ· τίς δὲ ἦν ἄλλος ἀγνοούμενος θεὸς ἀλλ’ ἢ ὁ Χριστός; εἶδες πῶς συνετῶς μετέστησε πρὸς ἑαυτὸν τὸ ὄνομα· εἶδες πῶς ᾐχμαλώτισε τὸ ἐπίγραμμα, οὐκ ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ’ ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ· τι οὖν; οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτο φησιν; εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαυμαστὸν τὸ κατόρθωμα τοῦ Παύλου· ἀλλὰ τὸ θαυμαστόν ἐστιν, ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν, οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ μεταβαλεῖν· πρότερον δὲ ἀναγκαῖον εἰπεῖν τίνος ἕνεκενp ἔγραψαν οἱ Ἀθηναῖοι ἀγνώστῳ θεῷ· τίνος ἕνεκεν ἔγραψαν; πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, μᾶλλον δὲ πολλοὺς δαίμονας, πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, καὶ ἐπιχωρίους καὶ ξένους, καθάπερ ἐπ’ ἀνθρώπων· ὁρᾶτε ὅσος ὁ καταγέλως, εἰ γὰρ θεός ἐστιν, οὐκ ἔστι ξένοι; τῆς γὰρ οἰκουμένης ἁπάσης δεσπότης ἐστί· τούτους τοίνυν τοὺς μὲν παρὰ πατέρων εἶχον δεξάμενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ Αἰγυπτίων. καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπειροι, καὶ ταύτας ἃν ὑμῖν ἀνέγνων τὰς ἱστορίας ἁπάσας· ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ μικρὸν εἰσηνέχθησαν αὐτοῖς· ὁ q μὲν ἐπὶ τῶν πατέρων, οἱ δὲ ἐπὶ τῶν πάππων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς αὐτῶν, συνελθόντες εἶπον, ὅτι ὥσπερ τούτους ἠγνοοῦμεν φησὶν, εἶτα ὕστερον αὐτοὺς ἐδεξάμεθα καὶ ἐγνωρίσαμεν· οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμενον καὶ ὄντα θεὸν, οὐ γνωριζόμενον δὲ ὑφ’ ὑμῶν· καὶ διὰ τοῦτο λανθάνειν ἀμελούμενον, καὶ μὴ θεραπευόμενον· τί οὖν; ἵνα γένηται, ἔστησαν βωμὸν καὶ ἐπέγραψαν ἀγνώστῳ θεῷ· τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος, ὅτι καὶ εἴτις ἐστὶ θεὸς ἕτερος οὐδέπω γνωσθεὶς ἡμῖν, κἀκεῖνον θεραπεύσωμεν· ὅρα ὑπερβολὴν δεισιδαιμονίας· διὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος ἔφη “κατὰ πάντα ὡς δεισιδαιμονεστέ- “ρους ὑμᾶς θεωρῶ·” οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θεραπεύετε μόνον, ἀλλὰ καὶ τοὺς οὔπω γνωρισθέντας ὑμῖν. ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν ἀγνώστῳ θεῷ· ὁ δὲ Παῦλος ἑτέρως ἡρμήνευσεν· οἱ μὲν τοῦτο περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸν μετέστησε πρὸς τὸν Χριστὸν, αἰχμαλωτίσας τὸ νόημα, καὶ μεθ’ ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· “ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς, “τοῦτον ἐγὼ καταηέλλω,” φησίν· ἄγνωστος γὰρ θεὸς οὐκ ἄλλος ἐστιν, ἀλλ’ ἣ ὁ Χριστός· καὶ ὅρα σύνεσιν πνευματικήν· ἤμελλον αὐτῷ ἐγκαλεῖν μετὰ ταῦτα, ὅτι ξενίζοντα δόγματα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· ὅτι καινοτομεῖς· ὅτι θεὸν εἰσφέρεις ὃν οὐκ ἴσμεν· βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινοτομίαν, τομίαν, καὶ διδάξαι ὅτι οὐ ξένον κηρύττει θεὸν, ἀλλ’ ὃν προσλαβόντες αὐτοὶ διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν· ὅτι “ὃν “ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν·” ὑμεῖς με P P προελάβετε, φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸν κήρυγμα· μὴ τοίνυν ἐγκαλεῖ μοι ὅτι ξένον εἰσφέρω θεὸν, τοῦτον γὰρ καταγ- γέλλω ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ μὲν ἑαυτοῦ τρό- πῳ, θεραπεύετε δὲ ὅμως· οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ Χριστῷ, ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ’ ἀπὸ τούτου ὑμᾶς, καὶ πρὸς ἐκεῖνον, ἀναγαγεῖν δύναμαι· οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ’ ἀπέστησαν ἀπὸ τῆς σωματικῆς θερα- πείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν, οἱ πιστεύσαντες ἅπαντες· ελ̓ͅ· πῶς ἐχειρώσατο αὐτοὺς, οὐκ ἀπὸ εὐαγγελίων, οὐκ ἀπὸ προ- φητῶν, οὐκ ἀπὸ ῥημάτων πνευματικῶν, ἀλλ’ ἀπὸ ἐπιγράμματος· μὴ παράτρεχε τοίνυν, ἀγαπητὲ, τὴν ἐπιγραφὴν τῶν θείων γραφῶν· ἂν μὲν γὰρ νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐπ’ ἀλλοτρίοις εὑρήσεις τι χρήσιμον· ἃν δὲ ῥάθυμος καὶ ἀναπεπτωκὼς ᾖς, οὐδὲ ἀπὸ τῶν γραφῶν ἔσται σοι τι πλέον· ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, ἁπαν- ταχόθεν κερδαίνει, οὕτως ὁ μὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς ἄπεισι. Ὂν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγ- γέλλω ὑμῖν. Κυρίλλου. τουτέστι τὸν Θεὸν τὸν ὕψιστον· οἱ γὰρ δείλαιοι Ἓλληνες οἴονται εὐσεβεῖν καὶ τὸν ὄντως ὄντα Θεὸν, ἐὰν τοῖς λοι- ποῖς θεοῖς σχοῖεν τὸ σέβας αὐτοῦ· ἀγνοοῦντες ὅτι μείζονος τιμω- ρίας ἀξιωθήσονται, τὸ φῶς τῷ σκότει συγκρίνοντες, καὶ τῷ φαύλῳ τὸ ἀγαθὸν, καὶ τῷ ἀλόγῳ τὸ νοερὸν, καὶ τῷ εὐτελεῖ τὸ θεῖον· ὅθεν καὶ μωροὺς αὐτοὺς ἐκάλεσε λέγων, “φάσκοντες εἶναι σοφοὶ ἐμω- “ράνθησαν.” Τοῦ Χρυσοστόμου. Οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ κατὰ καιρὸν πολλοὺς ἐδέξαντο θεοὺς, καὶ ἀπὸ τῆς ὑπερορίας, οἷον τὸ τῆς Ἀθηνᾶς ἱερὸν, οἷον τὸν Πᾶνα, καὶ ἄλλους πολλαχόθεν, δεδοικότες μήποτε καὶ ἄλλος τις ᾖ, αὐτοῖς μὲν οὐδέπω γνώριμος, θεραπευό- θεραπευόμενος δὲ ἀλλαχοῦ, ὑπὲρ πλείονος δῆθεν ἀσφαλείας, καὶ τούτῳ βωμὸν ἔστησαν· καὶ ἐπειδὴ οὐκ ἦν δῆλος ὁ θεὸς, ἐπεγέγραπτο ἀγνώστῳ θεῷ· τοῦτον οὖν Χριστὸν Ἰησοῦν εἶναι φησὶ, τὸν πάντων Θεὸν, “ τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν·” ὁρ́α πῶς δείκνυσι προειλη- φότας αὐτούς· καὶ οὐδὲν ξένον φησὶν, οὐδὲν καινὸν προσφέρω· ἄνω, κάτω τοῦτο ἔλεγον· τίς ἡ καινὴ αὕτη λαλουμένη ὑπὸ σοῦ διδαχή; ξενίζοντα τινὰ εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. ἘΞ ἀνεπιγράφου. Ὥσπέρ ἐστι ζῆλον Θεοῦ ἔχειν μὴ q ἐπίγνωσιν, οὕτω καὶ εὐσεβεῖν ἐστι καὶ ἀγνοεῖν τὸν Θεόν· ἑκάτερον δὲ πρόθεσιν δηλοῖ χρηστὴν, ἐσφαλμένην δὲ ὅμως· ἄξιον τοίνυν θαυμάσαι τοῦ Παύλου τὴν σύνεσιν, πρῶτον μὲν ἀφ’ ὣν ἔπραττον, ἀπὸ τούτων αὐτοῖς ἀναπλέξαντα τὴν μυσταγωγίαν· δεύτερον δὲ, τοῦ ἐπὶ τὸν λόγον τοῦτον εὐθέως αὐτοὺς ἀγαγεῖν τὸν περὶ δημιουργίας· ἅτε πολλοὺς τῶν Ἐπικουρείων, ὡς καὶ ὁ συγγραφεὺς ἐπ’ ἐπισημαίνεται, παρεστῶτας ὁρῶντα· οὗτοι δὲ ἀγένητον τὸν κόσμον καὶ ἐξ αὐτοματισμοῦ φασί· τρίτον, τοῦ τῶν ξοάνων ἀνατροπὴν ποιήσασθαι, ἅτε καὶ δεομένων τῆς διὰ χειρῶν ἀνθρώπων θεραπείας· εἰ μὴ γὰρ ἐπιμελοῖντο, διαφθείρονται· τὸ τέταρτον, τοῦ λέγειν ἐξ αὐτοῦ τοῦ Θεοῦ καὶ τὸ ἀναπνεῖν ἡμῖν ὑπάρχειν· πέμπτον, τοῦ ἐκ τοῦ Ἀδὰμ πάντων τῶν ἐθνῶν διδάξαι τὴν γένεσιν· ἕκτον, τοῦ τοὺς αὐτῶν αὐτοῖς περὶ τῶν λεγομένων προσφέρειν μάρτυρας· πρὸς δὲ τούτοις ἅπασι τὸν περὶ τῆς οἰκονομίας αὐτοῖς παραθεῖναι λόγον, ἀρξάμενον ἀπὸ μετανοίας, καὶ τοῦτον ἀμυδρῶς καὶ ἐπικεκαλυμμένως· οὐ γὰρ ἐκ πρώτης ἀκροάσεως δυνατοὶ ἦσαν περὶ τῆς θεότητος ἀκούειν τοῦ Ἰησοῦ διὸ ἀπὸ τῆς ἐνανθρωπήσεως ἄρχεται, ἀκροβολισάμενος αὐτοῖς καὶ τὸν περὶ ἀναστάσεως λόγον· περὶ ἧς καὶ ζήτησιν παρέσχε τισὶ, καὶ πίστιν ἐκ τῆς ζητήσεως. Τοῦ Χρυσοστόμου. Οὐ γὰρ ἦν δυνατὸν διὰ τῆς ἔξωθεν σοφίας τὴν ἀκρίβειαν γινώσκειν· αὕτη γὰρ καθάπερ τις θεραπαινὶς ἠτιμωμένη, οὐκ ἠφείθη ἔνδον εἰσελθεῖν καὶ παρακύψαι εἰς τὰ δεσμωτικὰ μυστήρια. Διδύμου. Ὥσπέρ ἐστι ζῆλον Θεοῦ ἔχειν μὴ κατ’ οὕτω καὶ εὐσεβεῖν καὶ ἀγνοεῖν τὸν Θεόν· ἑκάτερον γὰρ δηλοῖ πρόθεσιν χρηστὴν, ἐσφαλμένην δέ· τοιοῦτοι εἰσιν οἱ τῇ κτίσει προσκυνοῦντες, καὶ οἱ διώκοντες τοὺς προφήτας καὶ τὸν Υἱὸν τοῦ Θεοῦ· καὶ ἀγνοοῦντες τὸν Θεὸν, οἰόμενοι δὲ εὐσεβεῖν ἣ εἰδέναι τὸν Θεὸν, ἀγνοοῦντες δὲ τὴν οἰκονομίαν αὐτοῦ· ὁ γὰρ τοῦ κόσμου δημιουργὸς οὐκ αἰσθητὴ οὐσία ἐστί· διὸ καὶ ἀπερίγραφος καὶ τόπῳ ἀπεριό- ριστος, οὐκ ἐν ναοῖς ἐξ ἀνθρώπων γεγονόσιν ἐνοικεῖ, κατὰ τὰ ἀγάλματα πρὸς ἄνθρωπον ἢ ἕτερον κτίσμα μεμορφωμένα, ὡς δεῖσθαι ἀνθρωπίνης αὐτῷ προσαγομένης θεραπείας, οἷον θυσίων, ἣ τινὸς τοιούτου· ἐκείνῳ γὰρ ἀρέσκεται, ὃς οὐ χαρακτηρίζει αὐτὸν ἐν τόπῳ, οὔτε ἀφομοιοῖ αὐτὸν αἰσθητῇ μορφῇ· τῷ μὴ εἶναι αὐτὸν ὅμοιον μηδεμιᾷ αἰσθητῇ ἐνθυμήσει· εἰ δὲ “ἐν αὐτῷ πάντες ζῶμεν, “καὶ ἐσμὲν, καὶ κινούμεθα·” οὐκοῦν διὰ πάντων χωρῶν οὐκ ἐν τόπῳ ἐστι περίγραπτος· οὗτος ἐκ τοῦ Ἀδὰμ ἐποίησε γένος πρὸς τὸ οἰκεῖν πᾶσαν τὴν γῆν· οὗτος πατὴρ τοῦ παντὸς ἀνθρώπων γένους ὡμολόγηται· τοῦτον τέχνη οὐ δύναται γνωστὸν ποιῆσαι· ἀλλὰ “μόνος ὁ Υἱὸς τὸν Πατέρα ἀποκαλύπτει, καὶ ὁ Πατὴρ τὸν Υἱὸν “οἶς βούλεται·” “οὐ σὰρξ καὶ αἷμα,” τουτέστιν ἀνθρωπίνη ἐπίνοια. Ἰσιδώτου Πηλουσιώτου Ἐπιστολῆσ αφλς΄. Δύο φησὶν αἰτίας εἶναι τῷ ἐπιγεγράφθαι Ἀθήνῃσι τῷ βωμῷ, ἀγνώστῳ θεῷ· οἱ μὲν γάρ φασιν ὡς Φιλιππίδην ἔπεμψαν Ἀθηναῖοι ἡμεροδρόμον πρὸς Λακεδαιμονίους περὶ συμμαχία ἡνίκα Πέρσαι ἐπεστράτευσαν τῇ Ἑλλάδι· ᾧ κατὰ τὸ Παρθένιον ὄρος Πανὸς φάσμα ἐντυχὸν, ᾐτιᾶτο μὲν Ἀθηναίους ὡς ἀμελοῦντας αὐτοῦ, ἄλλους θεοὺς θεραπεύοντας, βοηθεῖν δὲ ἐπηγγέλλετο· νικήσαντες οὖν, βωμὸν ᾠκοδόμησαν, καὶ ἐπέγραψαν ἀγνώστῳ θεῷ· ἄλλοι δέ φησιν, ὅτι λοιμὸς κατέσκηψε ποτὲ Ἀθήναζε· καὶ εἰς τοσοῦτον αὐτοὺς ἐξέκαυσεν, ὡς μηδὲ τῶν λεπτοτάτων σινδόνων ἀνέχεσθαι· τοὺς νομιζομένους οὖν θεοὺς αὐτῶν θεραπεύοντες, οὐδὲν ἀπώναντο· ἐννοήσαντες οὖν ὅτι ἴσως τίς ἐστι θεὸς, ὃν αὐτοὶ κατέλιπον ἀγέραστον, ὁ τὸν λοιμὸν καταπέμψας, νέον δειμάμενοι βωμὸν, καὶ ἐπιγράψαντες ἀγνώστῳ θεῷ, καὶ θύσαντες, εὐθέως ἐθεραπεύθησαν· ταῦτα λαβὼν ὁ Παῦλος, ἐκ τῶν οἰκείων δογμάτων τοὺς μέγα ἐπὶ σοφίᾳ φρονοῦντας Ἀθηναίους ἐχειρώσατο. Ὁ Θεὸς, ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, Τοῦ Χρυσοστόμου. Ἵνα μὴ νομίσωσιν ἕνα τῶν πολλῶν εἶναι θεὸν, τὸν ὑπ’ αὐτοῦ κηρυττόμενον, διορθοῦται ἐπάγων, “οὐκ ἐν χει- “ ροποιήτοις ναοῖς κατοικεῖ.” Οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται, προσδεόμενος τινὸς, Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς κατὰ μικρὸν εἰσάγει τὴν φιλοσοφίαν· πῶς καταγελᾷ τῆς Ἑλληνικῆς πλάνης. Καὶ μετ’ ὀλίγα—Ἐνταῦθα λοιπὸν αἰνιγματωδῶς εἶπε τὸ αὐτοῦ καὶ ἔστησε, καὶ καθαιρεῖ τὸ ἐκείνων· οἰκεῖ μὲν γὰρ ἐν ναοῖς, ἀλλ’ οὐκ ἐν τοιούτοις· ἀλλ’ ἐν ἀνθρωπίνῃ ψυχῇ τὴν σωματικὴν ἀνεῖλε λατρείαν· τι οὑν; οὐ κατῴκει ἐν τῷ ναῷ τῶν Ἱεροσολύμων; οὐ δῆτα, ἀλλ’ ἐνήργει· πῶς οὖν ἐθεραπεύετο ὑπὸ χειρῶν ἀνθρώπων παρὰ Ἰουδαίοις; οὐχ ὑπὸ χειρῶν, ἀλλ’ ὑπὸ διανοίας· ἐπεὶ ἐκεῖνά γε οὐ ζητεῖ οὗτος, ὡς προσδεόμενος· “μὴ φάγομαι,” φησὶ, “κρέα ταύρων, ἣ αἷμα τρά- γῶν πίομαι; Αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· Τοῦ Αὐτοῦ. Δύο τεκμήρια θεότητος, τὸ αὐτόν τε μηδενὸς δεῖσθαι, καὶ πᾶσι πάντα παρέχειν. πάραγε ἐνταῦθα Πλάτωνα, ὅσα περὶ Θεοῦ ἐφιλοσόφησεν, ὅσα Ἐπίκουρος, καὶ πάντα λῆρος πρὸς ταῦτα· “διδούς,” φησι, “ζωὴν καὶ πνοήν.” ἰδοὺ καὶ τῆς ψυχῆς δημιουργὸν αὐτὸν ποιεῖ, οὐ γεννήτορα. Ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, Τοῦ Αὐτοῦ. ταῦτα βελτίω ἐκείνων· καὶ πόση κατηγορία τῶν τε ἀτόμων καὶ τῆς ὕλης· ὅτι οὐκ ἔστι μερικὴ, οὐδὲ ψυχὴ τοῦ οὐρανοῦ· τοῦτο δὲ οὐκ ἔστι δημιουργὸν εἶναι, ὅπερ ἐκεῖνοι φασὶν, ἀλλὰ καὶ διανοίᾳ θεραπεύεται αὐτὸς, οὐκ οἱ μερικοὶ δαίμονες· καὶ τὰ πάντα αὐτοῦ ἐστι φησί· πῶς καὶ ἄνθρωπος γέγονε πρότερον ἔδειξεν· ὅτι οὐ κατοικεῖ, καὶ τότε ἀπεφήνατο· εἰ ὁ Θεὸς, πάντα ἐποίησε δηλονότι· εἰ δὲ μὴ ἐποίησεν ὁ Θεὸς, θεοὶ οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· πολλῷ μείζονα δόγματα εἰσάγει· καίτοι οὐδέπω τὰ μεγάλα εἶπεν, ἀλλ’ ὡς παισὶ διελέ- γετο· καὶ πολλῷ μείζω ταῦτα ἐκείνων ἦν, τὴν δημιουργίαν, τὴν κυριότητα, τὸ ἀνενδέες, τὸ πάντων αἴτιον ἀγαθῶν ἐδήλωσεν· ἀλλὰ πῶς θεραπεύεται εἶπεν· οὔπω καιρός· τι τούτου τοῦ ὑψηλοῦ ἶσον; θαυμαστὸν καὶ τοῦτο, ἐξ ἑνὸς ποιῆσαι τοσούτους· ἀλλὰ καὶ ποιήσας αὐτοὺς σνγκρατει. Ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλα. φήσειεν αὐτὸν ἢ εὕροιεν, Τοῦ αὐτοῦ. Ὥρισε ζητῆσαι τὸν Θεόν· ἀλλ’ οὐ διὰ παντὸς τοῦτο ὥρισεν, ἀλλὰ προστεταγμένους καιρούς· δεικνὺς, ὅτι νῦν οὐχὶ ζητήσαντες εὗρον· ἐπειδὴ γὰρ ζητήσαντες οὐχ εὗρον, δείκνυσιν ὅτι οὕτως ἢν φανερὸς, ὥσπερ ἃν εἰς μέσον ψηλαφώμενος· οὐ γὰρ ἐνταῦθα μὲν ἦν οὐρανὸς, ἀλλαχοῦ δὲ οὐ· οὐδὲ ἐν τούτῳ μὲν τῷ χρόνῳ ἢν, ἄλλῳ δὲ οὐ· ὥστε καὶ κατὰ πάντα καιρὸν καὶ κατὰ πᾶσαν ὁροθεσίαν δυνατὸν αὐτὸν εὑρεῖν· οὕτως ᾠκονόμησεν, ὥστε μήτε τόπῳ κωλύεσθαι, μήτε χρόνῳ· αὐτὸ γὰρ δὴ τοῦτο μάλιστα συνεβάλλετο, τῷ πανταχοῦ εἶναι τὸν οὐρανὸν, τῷ ἐν παντὶ χρόνῳ ἑστάναι. Καίγε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· Τοῦ Αὐτοῦ. βαβαὶ πᾶσιν ἐγγύς ἐστι τοῖς πανταχοῦ τῆς οἰκουμένης οὖσι· τι τούτου μεῖζον; ὅρα πῶς καθαιρεῖ τοὺς μερικούς· τί λέγω μακράν; οὕτως ἐγγύς ἐστιν, ὡς χωρὶς αὐτοῦ μὴ ζῆν· “ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν,” ὥσπερ ἐν σωματικῷ ὑποδείγματι, ὥσπερ ἀδύνατον ἀγνοῆσαι τὸν ἀέρα κεχυμένον· “καὶ οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα,” μᾶλλον δὲ καὶ ἐν ἡμῖν ὄντα· ὄρα πῶς τὴν πρόνοιαν αὐτοῦ φησι καὶ τὴν συγκρότησιν· τὸ εἶναι παρ’ αὐτοῦ, τὸ ἐνεργεῖν, τὸ μὴ ἀπολέσθαι. Ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασι, τοῦ γὰρ καὶ γένος ἐσμεν. Τοῦ αὐτοῦ. Ἀλλ᾿ οὐδὲν ἶσον εἶπεν ὁ ποιητὴς ἐκεῖνος· “γὰρ καὶ γένος ἐσμὲν φησὶ, ἀλλ’ ἐκεῖνος μὲν περὶ Δῖός εἶπεν, οὕτος δὲ περὶ τοῦ δημιουργοῦ αὐτὸ λαμβάνει· οὐ τὸν αὐτὸν ἐκείνῳ νοῦν λέγων· μὴ γένοιτο· ἀλλὰ τὸ κυρίως ἐπ’ αὐτῷ λέγων· ἐπεὶ καὶ βωμὸν τούτου εἶπεν, οὐκ ἐκείνου ὃν ἔσεβον· εἴρηται μὲν γὰρ τινὰ καὶ πράττεται εἰς τοῦτον· ἀλλ’ οὐκ ἴστε, ὅτι εἰς τοῦτον. εἰπὲ γάρ μοι, περὶ τίνος ἂν λεχθείη κυρίως ἀγνώστῳ θεῷ; περὶ τοῦ δημιουργοῦ, ἣ περὶ τοῦ δαίμονος, ὅτι πάντα πεπλήρωται τοῦ θεοῦ; ἣ τοῦ Δῖός μιαροῦ τινὸς ἀνθρώπου καὶ καταπύστου; ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ Παῦλος εἶπε· μὴ γένοιτο· ἀλλ’ ἑτέρῳ νῷ· γένος γὰρ Θεοῦ εἶπεν ἡμᾶς εἶναι, τουτέστιν οἰκείους, ἐγγυτάτους· ὥσπερ παροίκους καὶ γείτονας ὅταν λέγῃ. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν, χρυσῷ ἢ ἀργυρίῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. Ἐπειδὴ ἐκ τοῦ γένους ἡμῶν εὐδόκησεν ὁ Θεὸς τεχθῆναι ἐπὶ τῆς γῆς. Τοῦ Χρυσοστόμου. Οὐκ εἶπεν, οὐκ ὀφείλετε νομίζειν, χρυσῷ ἢ ἀργύρῳ τὸ θεῖον εἶναι ὅμοιον· καὶ μιαροί ἐστε καὶ παμμίαροι· εἰτα τὸ ταπεινότερον τοῦτο, “οὐκ ὀφείλομεν νομίζειν,” φησὶ, ὑπὲρ τοῦτο Θεός· οὐδὲ τοῦτο· ἀλλ’ οὐδὲ λέγομεν τούτῳ “τὸ θεῖον εἶναι ὅμοιον·” τίς γὰρ ἃν εἴποι; ὅρα πῶς τὸ ἀσώματον εἰσήγαγεν· ἡ γὰρ διάνοια ὅταν ὑποπτεύσῃ σῶμα, καὶ διάστημα ὑπονοεῖ. Καὶ μετ’ ὀλίγα—Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ὁμοῖοι ἐκείνοις κατὰ ψυχὴν, πολλῷ μᾶλλον ὁ Θεός· τέως ἀπάγει αὐτοὺς τῆς ὑπονοίας· ἀλλ’ οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ διανοίᾳ ὑποβάλλεται, φησίν· ἢ τέχνη ἣ διάνοια εὗρεν· ὅπερ οὖν τέχνη r οὐκ εὑρίσκομεν αὐτόν· διπλοῦν τὸ ἔγκλημα· ὅτι τὲ ἐκεῖνον οὐχ εὗρον, καὶ τοιούτους εὗρον· οὐδα- μοῦ διάνοια ἀξιόπιστος καθ’ ἑαυτήν. Διδύμου. Οὐ μόνον, φησὶν, οἱ κατ’ εὐσέβειαν ζῶντες γένος Θεοῦ, ἄλλα καὶ πᾶς, διὰ τὸ μὴ εἶναι ἡμᾶς ἀπολλυμένης φύσεως· εἰ καὶ τινες φαίνονται τὸ ἀκριβὲς μὴ σώζοντες τῆς θεοσεβείας, οἷος ὁ Ἄρατος ὁ τοῦτο εἰπών. Ἀμμωνίου. Σημειωταὶ ὅτι οὐ δύναται νοῦς ἀνθρώπου καταλαβεῖν τὸν Θεὸν, ὡς ἔστι φύσει· καὶ τοὺς λέγοντες ἀνθρωπόμορφον τὸ θεῖον, δεῖ ἐπιστομίζειν ἐκ τῶν προκειμένων ῥητῶν· εἰ γὰρ δύναται ἄνθρωπος πλάσαι, ἣ γλύψαι, ἢ γράψαι ἄνθρωπον, ἤτοι ἀνθρώπου ὁμοίωμα, ἣ ἄλλου οἱουδηποτοῦν ἐπὶ γῆς φαινομένου εἰκόνα ἐκτυπῶσαι· οὐδενὶ δὲ ἔοικε τῶν χειροποιήτων ὁ Θεὸς, κατὰ τὸ εἰρημένον τῷ Ἀποστόλῳ, ἄρα ἀπερίγραφον, ἀκατάληπτον, ἀνείδεον, ἀσώματον, ἄδηλον τὸ θεῖον· μήτε ἀνθρώπου μορφῇ ἣ ἄλλο s τινὶ ἐοικός· εἰκὸς γὰρ τοὺς Ἕλληνας μὴ μόνον τὰ ἀνθρωπόμορφα ξόανα σέβειν, ἀλλὰ καὶ τοὺς ἀλλοίας ὄντας μορφῆς ὡς θεοὺς, οἷον, ἴβεις, καὶ αἰλούρους, καὶ πιθήκους, καὶ ἄλλα τούτοις παραπλήσια. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν παραγέλλει τοῖς ἀνθρώποις Τοῦ Χρυσοστόμου. Τί οὖν οὐδεὶς κολάζεται τούτων; οὐδεὶς θελόντων μετανοεῖν· περὶ τούτων φησὶν, οὐ περὶ τῶν ἀπελθόντων· ἀλλ’ οἷς παραγγέλλει· οὐκ ἀπαιτεῖ λόγον ὑμᾶς φησίν· οὐκ εἰπε παρεῖδεν, οὐκ εἶπεν εἴασεν, ἀλλ’ ἠγνοήσατε· ὑπερεῖδε, τουτέστιν οὐκ ἀπαιτεῖ κόλασιν, ὥσπερ ἀξίους ὄντας κολάσεως, ἠγνοήσατε· καὶ οὐ λέγει ἑκόντες ἐκακουργήσατε· ἀλλὰ τοῦτο διὰ τῶν ἔδειξεν. Ὅπερ γὰρ ἐπὶ ἡλίου καὶ σελήνης καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων ἐποίησεν· οὐ τοῖς μὲν πλουτοῦσι καὶ σοφοῖς πλείονος μεταδιδοὺς τῆς ἀπὸ τούτων χορηγίας, ἐλάττονος δὲ τοῖς πένησιν· ἀλλ’ ἴσην ἅπασι τὴν ἀπόλαυσιν προτιθεὶς, τοῦτο καὶ ἐπὶ τοῦ κηρύγματος εἰργάσατο· καὶ πολλῷ πλεῖον· ὅσῳ καὶ ἀναγκαιότερον τοῦτο ἐκείνων. Σευήρου ἐκ τοῦ κατὰ Ἀλέξανδρον ευντάγματοσ. Παραστήσας γὰρ αὐτοῖς διὰ πάσης τῆς δημηγορίας καὶ διαλέξεως· ὅτι παρ’ ὅλον τὸν βίον αὐτῶν ἠγνόησαν τὸν ὄντα Θεὸν, διὰ τῶν αὐτῶν τούτων βούλεται τὸ μέγεθος τῆς φιλανθρωπίας ἐνδείξασθαι· καὶ φησὶ, τῶν χρόνων τούτων τὴν ἄγνοιαν ὑπεριδὼν, τουτέστι ὑπερβὰς, καὶ δέον κολάσαι, μὴ κολάζων, καλεῖ τανῦν πρὸς μετάνοιαν· ἐξεπίτηδες πληθυντικῶς ὀνομάσας τοὺς χρόνους, ἵνα μᾶλλον ἐξάρῃ τὴν δωρέαν. Ἀμμωνίου. Οὐκοῦν εἰ ὑπερεῖδεν ὁ Θεὸς τὰ ἐξ ἀγνοίας τοῖς ἀνθρώποις παραπτώματα ἀπὸ καταβολῆς κόσμου, καὶ παντὶ δίδωσι τῶν παραπτωμάτων ἄφεσιν, εἰκότως ἐπ’ ἐσχάτου τῶν καιρῶν ἐπεδήμησεν· ἵνα ἐφ’ ὅσον ἀναβάλλεται τὴν ἑαυτοῦ παρουσίαν· ἐπὶ τοσοῦτον δειχθῇ αὐτοῦ ἡ ἀμέτρητος φιλανθρωπία· ἐξ ὧν πολυπλασιαζόμενα τὰ κακὰ συγχωρεῖ, καὶ τῶν μελλόντων συσφίγγει τὸν χρόνον· ἵνα ἐν τῇ ὀλιγότητι τοῦ χρόνου διασωθῇ ἡ πίστις· διὸ δὴ ἔλεγεν αὐτοῖς· “ἄρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν “πίστιν ἐπὶ τῆς γῆς;” καὶ μή μοι λέγε, τι πρὸς τοὺς τετελεντηκότας; ὅπουγε καὶ αὐτοῖς ἐκηρύχθη τὸ τῆς ἀληθείας εὐσεβὲς μυστήριον· καὶ πάντες οἱ πιστεύσαντες ἐλύθησαν ἐκ τῶν τοῦ θανάτου δεσμῶν· καὶ ἀνελθόντες ἐξ ᾅδου μετῴκησαν εἰς τὸν παράδεισον· καὶ ὅτι τοῦτο ἀληθὲς, δυνατὸν μᾶλλον καὶ ἐξ ἐκείνου στοχάσασθαι· οἴδαμεν ὅτι ἐν τῇ ὥρᾳ ᾗ ἀπέθανεν Ἰησοῦς, ὁ Θεὸς ἡμῶν, πολλοὶ νεκροὶ ἀνέστησαν καὶ ὤφθησαν ἐν Ἱεροσολύμοις κατὰ τὸ προφητευθέν· “ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς “μνημείοις·” ὡς ἐκ τούτου γνῶναι ἡμᾶς, ὅτι κατελθὼν εἰς ᾅδου ὁ Κύριος, καὶ κηρύξας ἄφεσιν τοῖς εἰς αὐτὸν πιστεύουσιν, ἀπέλυσε τὰς ψυχὰς τῶν εἰς αὐτὸν πιστευσάντων· ἅπαντες δὲ οὐκs ἐπίστευσαν, διὸ οὐδὲ πάντα τὰ σώματα τῶν κεκοιμημένων ἀνέστη τότε, ἀλλὰ τινά· οὐκ εἶπε δὲ τὸ Εὐαγγέλιον, ὅτι Ἰουδαίων μόνον ἀνέστησε σώματα, ἀλλ’ ἀορίστως εἰπὼν “πολλοὶ,” ἐδήλωσεν ὅτι καὶ Ἑλλήνων· ἦσαν γὰρ ἀπὸ χρόνων αἰωνίων, καὶ σώματα ἐκεῖ ἐθνικῶν, διὰ τὸ πρῴην ὑπὸ Ἑλλήνων τὴν χώραν οἰκεῖσθαι· καὶ ὕστερον πάλιν λαβόντων τῶν Ἰουδαίων τὴν πόλιν, μὴ ἐξολοθρευθῆναι τὸν Ἰεβουσαῖον λαὸν εἰς τέλος, ἀλλὰ κατοικῆσαι ἐν μέσῳ τῆς Ἰούδα· καὶ μή μοι τις λεγέτω, καὶ πῶς με πείθεις, καὶ περὶ τῶν λοιπῶν ψυχῶν; ἀπὸ γὰρ του μέρους τὸ πᾶν καταλαμβάνομεν· εἰ μὲν γὰρ οἷόν τε ἦν βλέψειν ἡμᾶς τοὺς ὄντας ἐν σώμασι ψυχὰς ἀνθρώπων, εἴχομεν ἃν ἰδεῖν πάντας τοὺς ἀνελθόντας ἐκ τοῦ ἅδου πιστοὺς, καὶ εἰς παράδεισον ἣ εἰς οὐρανοὺς ἀποπτάντας· ἐπειδὴ δὲ οὐ δύναται φύσις ἀνθρώπου ἐν σαρκὶ οὖσα πνεῦμα λεπτομερὲς, ὁ ἐστι ψυχὴ, ὀφθαλμοῖς θεωρῆσαι, εἰκότως πρὸς πειθὼ τινὰς ἡμῖν παρέστησε μετὰ τῶν σωμάτων, ἵνα θεωροῦντες αὐτοὺς πεισθῶμεν· ἄτοπον γὰρ ἦν πάντας ἐγεῖραι τοὺς νεκροὺς τοὺς ἀπὸ καταβολῆς κόσμου τετελευτηκότας, πιστεύσαντας δὲ ἐν ᾅδου· πρῶτον μὲν ἵνα μὴ πρὸ καιροῦ γένηται ἀνάστασις πολλῶν, ἀρκούντων καὶ ὀλίγων πεῖ. σαι τοὺς ἀφιλονείκως τῇ ἀληθείᾳ πιστεύοντας, μᾶλλον δὲ πολλῶν κατὰ τὸ εἰρημένον ἐν τῷ Εὐαγγελίῳ· ἔπειτα δὲ διὰ τὸ ἐγκεκαλυμμένως ποιεῖν αὐτὸν τὰ σημεῖα, δι’ ὧν ἐπειθόμεθα τῇ ἀληθείᾳ· ὅθεν καὶ αὐτὸς οὐ μετὰ φαντασίας κατῆλθεν ἐπὶ γῆς, ἀλλὰ λεληθότως θεσμῷ ἀνθρώπων, γενόμενος ἐκ γυναικὸς, καὶ ποιῶν σημεῖα καὶ ἰάσεις, δι’ ὧν ἔπειθεν ὅτι Θεὸς ἦν· ἵνα οἱ δόκιμοι φανῶσιν· οὕτως οὖν καὶ ἐπὶ τούτου ἐποίησεν· ἐν μέρει τινὶ τῆς γῆς ὀφθαλμοφανῶς παραστήσας τοὺς νεκροὺς τοῖς ζῶσιν, ἵνα διὰ τῶν αὐτόπτως ἑωρακότων οἱ λοιποὶ πεισθῶμεν· μὴ μόνον περὶ τῆς τῶν νεκρῶν ἀφέσεως, ἀλλὰ καὶ περὶ τῆς αὐτοῦ ἐπιδημίας, ἥτις οὐκ ἐν ὅλῃ τῇ γῇ γέγονεν, ἀλλ’ ἐν μέρει τινὶ τῆς γῆς. διὰ τῶν αὐτὸν ἑωρακότων ἐπιστοποιήθη πάσῃ τῇ γῇ, ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν, ἀπὸ ἄρκτου καὶ μεσημβρίας. Πάντας πανταχοῦ μετανοεῖν· Τοῦ Χρυσοστόμου. Πάλιν τὴν οἰκουμένην αἰνίττεται· ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν μερικῶν· ὁρᾶ πῶς πάλιν τὸ πάθος δηλοῖ· ὅρα τὸ ἔμπαλιν δι’ ἄνθρωπον· ὅτι γὰρ ἀληθὴς ἡ κρίσις, δῆλον ἐκ τῆς ἀναστάσεως· συγκατασκευάζεται γὰρ ὅτι πάντα ἀληθῆ ἃ εἶπε· δῆλον ἐξ ὧν ἀνέστη· πᾶσι γὰρ ταύτην παρέχειν πίστιν τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ τοῦτο λοιπὸν δῆλον. Καθὸ ἔστησεν ἡμέραν, ἐν ἧ μέλλει κρίνειν τὴν οὐκουμένην μένην ἐν δικαιοσύνῃ, Τοῦ αὐτοῦ. Ἡ γὰρ ἡμέρα ἐκείνη τοῖς ἐν κατορθώμασι ζῶσι ποθεινὴ, ὥσπερ οὖν τοῖς ἐν ἁμαρτήμασι φοβερὰ, καθάπερ τοῖς καταδίκοις. Σευήρου Ἀντιοκείασ ἐκ τῆσ t πρὸσ Ἀναστάσιον ἐπιστολῆσ. Μία γάρ ἐστιν ἡ πάντων ἀνάστασις· καὶ ἡμέραν ὥρισεν ὁ Θεὸς, “ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαι- “οσύνῃ·” μεθ’ ἣν ἡμερῶν καὶ νυκτῶν οὐκ ἔσται περίοδος καὶ μηνῶν καὶ ἐνιαυτῶν ἀνακύκλωσις· ἡ γὰρ αὐτὴ τῆς ἀναστάσεως ἐστιν ἡμέρα, καὶ κρίσεως, καὶ τῆς τῶν ἀγαθῶν ἀπολήψεως. Τοῦ αὐτοῦ. Τὰ τῆς ἀναβολῆς φησὶ τῶν εὐθυνῶν μέχρι τῆς ἡμέρας τῆς κρίσεως· τότε γὰρ ἡ οἰκουμένη πᾶσα, τουτέστιν ἡ φύσις ἀνθρώπων, κριθήσεται. Διδύμου. Ὥσπερ τὰ ἄλλα τῆς προνοίας αὐτοῦ ἔργα φανερὰ πεποίηκεν· ἀναγκαίως κρίσιν κατὰ πασῶν πράξεων καὶ διαλήψεων ποιήσει, ἐν ἀνδρὶ ᾧτ’ ὥρισεν ἔσεσθαι κριτὴς ζώντων καὶ νεκρῶν· οὗτος δέ ἐστιν ὁ ἐνανθρωπήσας Κύριος. Ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρὼν. Τοῦτον γὰρ τὸν ἄνδρα ὁρῶν ὁ Ἀβραὰμ ὡς ἄνδρα, διελέγετο· “μηδαμῶς ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;” Τοῦ Χρυσοστόμου ἘΚ ΤΟΥ ΚΑΤᾺ ἸΩΆΝΝΗΝ ὙΠΟΜΝΉΜΑΤΟΣ. Τί ποιεῖς ὦ μακάριε Παῦλε; οὐδὲν περὶ τῆς τοῦ Θεοῦ λέγεις μορφῆς, οὐδ’ ὅτι ἴσος αὐτῷ, οὐδ’ ὅτι ἀπαύγασμα τῆς δόξης οὐ φησιν οὔπω τούτων καῖρος τῶν ῥημάτων ἀγαπητὸν αὐτοὺς παραδέξασθαι τέως, ὅτι ἄνθρωπός ἐστιν· οὕτω καὶ αὐτὸς ἐποίησε· παρ’ ἐκείνου ταῦτα ἔμαθον· οὐ γὰρ εὐθέως ἡμῖν ἑαυτοῦ τὴν θεό- τητα ἐξεκάλυψεν· ἀλλὰ πρῶτον μὲν ἐνομίζετο εἶναι προφήτης καὶ Χριστὸς, ἁπλῶς ἄνθρωπος· ὕστερον δὲ ἐφάνη τοῦτο ὅπερ ἦν. καὶ μετ’ ὀλίγα—Οὐδὲν οὖν περὶ τῆς θεότητος αὐτοῦ μαθεῖν σαφὲς ἴσχυον· Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον· οἱ δὲ εἶπόν, ἀκουσόμεθά σου περὶ τούτου πάλιν. καὶ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. Τοῦ Χρυσοστόμου. Τί δήποτε παίσαντες ἑαυτοὺς καὶ πάλιν αὐτῶν ἀκούσεσθαι, καὶ κινδύνων οὐκ ὄντων, οὕτως ἐπείγεται τὰς Ἀθήνας ἀφεῖναι ὁ Παῦλος; ἴσως ᾔδει οὐ μέγα ὀνήσων, καὶ ὑπὸ τοῦ Πνεύματος εἰς Κόρινθον ἤγετο. Καὶ μετ’ ὀλίγα—Πόσα μεγάλα καὶ ὑψηλὰ ἀκούσαντες οὐ προσεῖχον, ἀλλὰ τὴν ἀνάστασιν χλευάζοντες· “ψυχικὸς γάρ,” φησιν, “ἄνθρωπος, οὐ δέχεται τὰ “τοῦ Πνεύματος·” “καὶ οὕτω,” φησὶν, “ ἐξῆλθεν ὁ Παῦλος·” πῶς; τοὺς μὲν πείσας, ὑπὸ δὲ τῶν χλευαζόμενος. Τοῦ Χρυσοστόμου. Οἱ γὰρ πάντα σαρκικοὶ καὶ ἄπιστοι ἄνθρωποι μόνον τῇ θέᾳ ἐπιτρέπουσι τὸ πᾶν· οὐδὲν τῇ τοῦ Θεοῦ διδασκαλίᾳ πιστεύοντες· ὅσα γὰρ ἔργῳ τις αὐτοῖς οὐκ ἠδύνατο παραστῆσαι, τούτοις ἠπίστουν· διὸ καὶ οἱ θέλοντες αὐτοῖς φρεναπατᾶν περὶ τῶν μετεώρων, δι’ ἑτέρων παραδειγμάτων, ἢ παρὰ τῶν τροχοὺς καὶ μύρ- μηκὰς εἰς ἀπόδειξιν ἡλίου καὶ οὐρανοῦ δρόμον παραφέροντες, καὶ ἐκ τούτων τὰ ἄδηλα καταστοχαζόμενοι, καὶ διὰ τῶν ἀπατηλῶν γοητεύοντες τὰς τῶν ἠλιθίων ψυχάς. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς. Τοῦ Χρυσοστόμου. Οἱ μὲν γὰρ ἐπιμελώμενοι βίου ταχέως ἐδέξαντο τὸν λόγον, οἱ δὲ λοιποὶ οὐκέτι. Ἔξω τῆς πόλεως ἦν τὸ κατ’ Ἄρειον πάγον δικαστήριον, κατ’ αὐτὴν τὴν ἐξοχὴν τοῦ κατὰ τὴν πόλιν συστάντος δικαστηρίου, μεταξὺ Ποσειδῶνος καὶ Ἄρεος· ὁ γὰρ Ποσειδῶν πρὸς Ἄρεα κατὰ τοὺς ἀρχαίους μύθους παρ’ Ἀθηναίοις ἐν τῷ τόπῳ τούτῳ ἐδικάσατο, φάσκων ἀναιρεθῆναι τὸν ἴδιον υἱὸν Ἁλιρρόθιον ὑπ᾿ Ἄρεος· κἀκεῖθεν ἐξ Ἄρεος ὁ πάγος ἐκεῖνος ἐκλήθη. ἐδίκαζον οὖν Ἀρεοπαγῖται περὶ πάντων σχεδὸν τῶν σφαλμάτων καὶ παρανομιῶν· διὰ δὴ τοῦτο ἅτε καινῶν δαιμονίων καταγγελέα τὸν θειότατον Παῦλον, οἱ τῆς ὑπὸ Θεοῦ μωρανθείσης φιλοσοφίας ἐρασταὶ, πρὸς τὴν ἐξ Ἀρείου Πάγου βουλὴν ἕλκουσιν· ἀλλ’ ἐν τοῖς Ἀρεοπαγίταις τότε βουλεύων, ἅτε δικαστὴς ἀκλινέστατος, ὁ θεῖος Διονύσιος, ἀδέκαστον ἀπένειμε τῇ κατὰ τὸν πνευματοφόρον Παῦλον ἀληθείᾳ τὴν ψῆφον ἐρρῶσθαι τὲ πολλὰ φράσας τῇ τῶν Ἀρεοπαγιτῶν ἀνοήτῳ σεμνό- τητι, τὸν ἀληθῆ Χριστὸν καὶ Υἱὸν Θεοῦ ἐννοήσας, ἐκήρυξεν εὐθὺς, καὶ τοῦ φωτίσματος εἴχετο· κἂν γὰρ Ῥωμαῖοι τότε ἐκράτουν, ἀλλ’ οὖν αὐτονόμους ἀφῆκαν Ἀθηναίους καὶ Λακεδαίμονας· ὅθεν ἔτι παρ’ Ἀθηναίοις καὶ κατὰ τοὺς Ἀρεοπαγίτας ἐπολιτεύετο· καὶ τελεῖται μὲν ἅπαντα τῆς σωτηρίας τὰ δόγματα διὰ Παύλου· παιδεύεται δὲ διδασκαλικῶς ὑπὸ ἱεροθέῳ τῷ μεγίστῳ, καθά φησιν αὐτός· εἶτα καθίσταται κατὰ τὸ φερόμενον ἐν ζ βιβλίῳ τῶν Ἀποστολικῶν διατάξεων ὁ Διονύσιος Ἐπίσκοπος ὑπὸ Παύλου τῶν Ἀθήνησι πιστευσάντων.

---

Catenae (Novum Testamentum), Catena In Acta, ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg008.local001/.
