Ancient Greek
ΚΕΦ. Κ.
Catenae (Novum Testamentum), Catena In Acta ΚΕΦ. Κ..1
Not analysed yet
Παύλου εὐθαλὴς διδασκαλία εἰς Χριστὸν ἔκ τε τοῦ νόμου καὶ καθεξῆς τῶν προφητῶν, ἱστορικὴ καὶ εὐαγγελική. Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῆ χειρὶ, εἶπεν, ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεὸν, ἀκού- σατε. Τοῦ Χρυσοστόμου. Ἐνταῦθα κηρύττει πρῶτον Παῦλος· καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· ἔνθα μὲν ἦν κατεσπαρμένος ὁ λόγος, παρατρέχει· ἔνθα δὲ οὐδεὶς ἦν, διατρίβει· καθὼς αὐτός φησι γράφων· “οὕτως δὲ φιλοτιμούμενος εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνο- “μάσθη Χριστός”—Καὶ μετ’ ὀλίγα —Ὅρα τὸν Βαρνάβαν παραχωροῦντα τῷ Παύλῳ πῶς γὰρ οὔ; ὃν ἤγαγεν ἄπο Ταρσοῦ ὡσπερ καὶ Πέτρῳ Ἰωάννης πανταχοῦ· καίτοι αὐτοῦ αἰδεσιμώτερος ἦν· ἀλλὰ πρὸς τὸ κοινῇ συμφέρον ἑώρων. Ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν· καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν 8 αὐτοὺς ἐξ αὐτῆς· καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ· καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν· ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. Τοῦ Χρυσοστόμου. Ὄρα αὐτὸν τὸν Θεὸν αὐτῶν καλεῖ τὸν κοινὸν πάντων ἀνθρώπων Θεόν· καὶ δείκνυσιν ἄνωθεν τὰς εὐεργεσίας αὐτοῦ μεγάλας οὔσας· καθάπερ καὶ Στέφανος ποιεῖ. Καὶ μετὰ ταῦτα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προ- φήτου. Τοῦ Αὐτοῦ Ἐνταῦθα ὅτι διαφόρως κατ’ αὐτοὺς οἰκονομεῖται ἐδήλωσεν. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμὶν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αυτον, ηγειρεν αυ- τοῖς τὸν Δαβὶδ εἰς βασιλέα, Τοῦ Αὐτοῦ Οὐ λέγει τὴν ἀγνωμοσύνην αὐτῶν, ἀλλὰ πανταχοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Θεοδωρήτου εἰσ Τὴν ἑρμηνείαν Τῆσ Πρώτησ Τῆν Βασιλειῶν. “Ζητήσει γὰρ Κύριος,” φησὶν, “ἑαυτῷ ἄνθρωπον κατὰ τὴν “καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται αὐτῷ Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν “λαὸν αὐτοῦ· ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος·” ἐντεῦθεν ὁ Παῦλος τέθεικε τὸ, “εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου·” προφητικῶς γὰρ ταῦτα προείρηκεν ὁ θειότατος Σαμουὴλ πρὸς τὸν Σαούλ. Ὦι καὶ εἶπε μαρτύρησας, εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Σημειωτέον ὡς οὐδαμῶς αὐτολεξεὶ ταῦτα τὰ ῥητὰ κεῖνται ἐν τῇ βίβλῳ τῶν βασιλειῶν· ἢ μόνον προφητικῶς ὑπὸ τοῦ θείου Σαμουὴλ εἰρημένα πρὸς τὸν Σαοὺλ οὕτω· ”καὶ νῦν ἡ βασιλεία “σου, οὐ στήσεται σοι· καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ “τὴν καρδίαν αὐτοῦ· καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ “τὸν λαὸν αὐτοῦ· ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος.” Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ Σωτῆρα Ἰησοῦν, προκηρύξαντος Ἰωάννου, πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. Τοῦ Χρυσοστόμου. Ἐπειδὴ γὰρ τῷ δέει κατείχοντο ὡς ἀνη- ρηκότες αὐτὸν, καὶ τὸ συνειδὸς τοῦτο αὐτοὺς ἠλλοτρίου, οὐχ ὡς πρὸς χριστοκτόνους διαλέγονται, οὐδὲ ὡς ἀλλότριον ἀγαθὸν αὐτοῖς ἐγχειρίζοντες, ἀλλὰ τὸ οἰκεῖον· πάνυ ποθεινὸν ἦν αὐτοῖς τὸ τοῦ Δαβὶδ ὄνομα· οὐκοῦν ὑπὸ τοῦ παιδὸς αὐτοῦ βασιλεύεσθαι φησὶ “προκηρύξαντος Ἰωάννου τῆς εἰσόδου αὐτοῦ·” εἴσοδον τὴν σάρκωσιν λέγει· οὕτως καὶ Ἰωάννης τὸ εὐαγγέλιον γράφων, ἐπὶ τοῦτον καταφεύγει φεύγει συνεχῶς· ὄνομα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουμένην ἅπασαν. “Ἤγειρε” λέγει, οὐκ ἔκτισε· τὸν γὰρ ὄντα ἤγειρεν, οὐ τὸν μὴ ὄντα. Ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε, τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγὼ, ἀλλ’ ἰδοῦ, ἔρχεται μετ’ ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Τοῦ Χρυσοστόμου. Καὶ Ἰωάννης δὲ μαρτυρεῖ οὐχ ἁπλῶς, ἀλλὰ πάντων ἐπ’ αὐτὸν ἀγόντων τὴν δόξαν, αὐτὸς αὐτὴν ἀποκρούεται· οὐ γάρ ἐστιν ἶσον, μηδενὸς διδόντος καὶ πολλῶν ὑπαρχόντων, ταὐτὴν τὴν τιμὴν διωθεῖσθαι· καὶ μηδὲ ἁπλῶς ἀλλὰ μετὰ τοσαύτης σαύτης ὑποστολῆς. Κυρίλλου. Μόνης γὰρ καὶ ἰδικῶς ἔργον ἐστὶ τῆς πάντα ὑπερκειμένης οὐσίας, τὸ ἓν εἶναι δύνασθαι τισὶ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ θείας φύσεως κοινωνοὺς ἀποφαίνειν, τοὺς προσιόντας ἀυτῇ ἐνυπάρχει δὲ τοῦτο οὐ κατὰ μετάληψιν καὶ μέθεξιν τὴν παρ’ ἑτέρου τινὸς, ἀλλ’ οἴκοθεν καὶ οὐσιωδῶς τῷ Χριστῷ· βαπτίζει γὰρ ἐν Ἁγίῳ Πνεύματι· Θεὸς οὖν ἄρα ἐστὶ καὶ καρπὸς τοῦ Θεοῦ, καὶ Πατρὸς ὁ ἐνανθρωπήσας Λόγος· ἀλλ’ ἔδρα τοῦτο, καὶ ὅτε γέγονεν ἄνθρωπος, ὡς εἷς ὣν Υἱὸς μετὰ τῆς ἀρρήτως τε καὶ ἀπερινοήτως ἑνωθείσης αὑτῷ σαρκός. καὶ γὰρ ὁ μακάριος βαπτιστὴς προειπὼν, ὅτι οὐκ εἰμὶ ἄξιος ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν ὑποδη- “μάτων αὐτοῦ, προσήνεγκεν εὐθύς· “οὗτος ὑμᾶς βαπτίσει ἐν “Πνεύματι Ἁγίῳ καὶ πυρί·” καὶ πόδας δηλονότι καὶ ὑποδήματα ἔχων· οὐ γάρ τοι φαίη τις ἃν, εἴγε νοῦν ἔχοι, ὡς ἄσαρκος ὣν ὁ Λόγος, καὶ οὔπω γενόμενος καθ’ ἡμᾶς, πόδας ἔχει καὶ ὑποδήματα, ἀλλ’ ὅτε γέγονεν ἄνθρωπος· ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν· ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς πιστεύουσιν εἰς αὐτόν· ἦν γὰρ ἐν ταὐτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ο αὐτὸς. O τὸ ὑπόδημα ὁμολογῶν οὐκ ἄξιος εἶναι λῦσαι, πῶς τῇ οὐσίᾳ συγκριθήσεται; Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ὑμῖν ὁ λόγος οὗτος τῆς σωτηρίας ἐξαπεστάλη. Απὸ τοῦ προπάτορος αὐτοὺς καλεῖ. Τοῦ Χρυσοστόμου. Ἐνταῦθα τὸ ὑμῖν οὐκ Ἰουδαίοις· δίδωσι δὲ αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν τὸν φόνον τετολμηκότων· καὶ τὸ ἐπαγόμενον δηλοῖ. Οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν. Τοῦ Αὐτοῦ Πανταχοῦ σπουδάζουσι δεῖξαι οἰκεῖον αὐτῶ ὃν τὸ ἀγαθὸν, ἵνα μὴ ὡς ἀλλοτρίῳ προσέχοντες φεύγωσιν· ἐπειδὴ ἐσταύρωσαν αὐτὸν, τοῦτό φησιν, “ἀγνοήσαντες·” ἀγνοίας ἦν τὸ ἁμάρτημα· ὅρα πῶς καὶ ὑπὲρ ἐκείνων ἀπολογεῖται ἡρέμα· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ οὕτως ἔδει γενέσθαι. Τοῦ Αὐτοῦ “Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἐξαπεστάλη·” τὴν εὐγένειαν ἐνταῦθα δείκνυσι τὴν Ἰουδαϊκήν. Τοῖς τὸν ἕνα καὶ μόνον ἀσεβῶς τολμῶσι διαιρεῖν καὶ ἀνὰ μέρος ἱστᾶν τὸν Θεὸν Λόγον, ἀνὰ μέρος δὲ τὸν ἐκ Μάριάς ἄνθρωπον· καὶ μὴ ὁμολογοῦσιν ἕνα καὶ τὸν αὐτὸν, καθὸ γέγονε σὰρξ ὁ Λόγος τῇ μετοχῇ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ὁ Παῦλος ἐνταῦθα καιρίαν ἔδωκε τὴν πληγήν· λέγει γὰρ ὅτι ἀνῃρέθη ὁ Λόγος· καὶ ὅτι ἐτάφη ἐν μνημείῳ· καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν· ὅρας ὅτι ὅσον τὸ κατ’ αὐτοὺς, οὐδὲ ὅλως πέπονθεν ὁ ἐκ Μάριας πη αὐτοὺς τοῦ Θεοῦ Λόγου διαιρούμενος ἄνθρωπος· ἀλλ’ ἡ ἁγία Ἐκκλησία οὐχ οὕτως ἔχει ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν οἰδε τὸν ἐκ Πατρὸς καὶ ἐκ παρθένου, τὸν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα· παθόντα καὶ ἀναστάντα· καὶ ἀνελθόντα εἰς οὐρανούς· καὶ καθήμενον ἐκ δεξιῶν τοῦ Πατρός· καὶ ἐρχόμενον ἐν τῇ δοξῇ τοῦ Πα- τρὸς κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· διὸ μοι δοκεῖ τοὺς μὴ οὕτως πιστεύοντας Ἰουδαίζειν, κἂν δοκῶσι λέγεσθαι Χριστιανοί. Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν. Τοῦ Χρυσοστόμου. Ὄρα πῶς αὐτοῖς περισπούδαστον τὸν τρό- πον εἰπεῖν τοῦ θανάτου· καὶ Πίλατον εἰς μέσον φέρουσιν· ἅμα μὲν ἵνα δῆλον τὸ πάθος γένηται ἀπὸ τοῦ κριτηρίου, ἅμα δὲ ἵνα ἐκεῖνοι μειζόνως κατηγοροῦνται, ἀνδρὶ παραδόντες ἀλλοφύλῳ· καὶ οὐκ εἰπεν ἐνέτυχον, ἀλλ’ “ᾐτήσαντο·” χάριν ἔλαβον φησὶν, ὡς ἐκείνου μὴ θέλοντος· ὅπερ σαφέστερον Πέτρος λέγει, “ἐκείνου “ἀπολύειν·” πάνυ ἐφίλει αὐτοὺς ὁ Παῦλος· καὶ ὅρα οὐκ ἐνδιατρίβει τῇ ἀγνωμοσύνῃ τῶν πατέρων, ἀλλ’ αὐτοῖς ἐφίστησι τὸν φόνον· Καὶ μετ’ ὀλίγα—Καὶ “μηδεμίαν αἰτίαν θανάτου εὑρόντες·” ὅπερ οὐκ ἦν ἀγνοίας· θῶμεν γὰρ ὅτι οὐχ ὡς Χριστὸν αὐτὸν εἶχον, τίνος ἕνεκεν καὶ ἀνήρουν; Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. Τοῦ Αὐτοῦ. Ὅρα πῶς σπουδαίως ἔδειξεν οἰκονομίας τὸ πρᾶγμα ὄν· ὅρα τί λέγοντες ἔπεισαν· ὅτι ἐσταυρώθη· τι τούτου ἀπιθανώτερον; ὅτι ἐτάφη παρ’ αὐτῶν οἱς ἐπηγγέλλετο σωτηρία ἔσεσθαι· ὅτι ὁ ταφεὶς ἀφίησι ἁμαρτήματα, καὶ τοῦ νόμου μᾶλλον· καὶ οὐκ εἶπεν, ὧν οὐκ ἠβουλήθητε, ἀλλ’ “οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωυ- “σέως δικαιωθῆναι, πᾶς ὅς τις ἃν ᾖ,” φησι· οὐδὲν γὰρ ὄφελος ἐκείνων· είνων· ἐὰν μή τις εὐεργεσία ᾖ· διὰ τοῦτο ὕστερον τίθησι τοῦτο τὴν ἄφεσιν· καὶ μείζονα δείκνυσιν, ὅταν ἀδυνάτου ὄντος γένηται. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας λαίας εἰς Ἱερουσαλήμ. Σευήρου ἀρχιεπισκόπου ἀντιοχείασ ἐκ τῆσ πρὸσ Μάρωνα ἐπιστολῆσ. Μῆ θορυβείτω δέ σε τὸ τὸν Ἰησοῦν ἐγηγέρθαι ὑπὸ τοῦ Θεοῦ λέγεσθαι· εἰ γὰρ Ἰησοῦς οὐκ ἄλλος ἐστὶν ἢ ὁ Λόγος ὁ σαρκωθεὶς, οὗτος δέ ἐστιν ἡ δύναμις τοῦ Πατρὸς, δι’ ἧς ἅπαντα ἐνεργεῖ κατὰ τὸ, “Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ “σοφία·” αὐτὸς ἑαυτὸν ἀναστακέναι νοηθήσεται, καὶ ἐγηγέρθαι λεγόμενος ὑπὸ τοῦ Πατρὸς, ἐφ’ ὃν ὡς ἀρχὴν καὶ αἰτίαν ἄχρονον ἅπαντα ἀναφέρεται· ἐπεὶ καὶ αὐτός φησι· “λύσατε τὸν ναὸν “τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.” Οἵτινες εἰσὶ νῦν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας γενομένην ἐπαγγελίαν, ὅτι ταύτην ὁ Θεὸς πεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν. Τοῦ Χρυσοστόμου. Οὐκ ἃν ὄντες εἰ μὴ θείᾳ δυνάμει ἐβεβαιοῦντο· οὐκ ἂν πρὸς ἀνθρώπους φονῶντας τοιαῦτα ἐμαρτύρησαν, πρὸς αὐτοὺς τοὺς ἀνελόντας. Τὸ Ἰησοῦς ὄνομα ἐπὶ τοῦ ἀνθρώπου ἐκλαμβάνουσιν, οἱ τῶν θεοκτόνων ἀδελφοί· ἐπειδὴ ὁ προλαβὼν εἶπε τεθεῖσθαι τὸν Λόγον ἐν μνημείῳ· ἵνα μή τις ὑπολάβῃ ἄσαρκον αὐτὸν εἰρηκέναι τὸν Λόγον, πάλιν αὐτὸν Ἰησοῦν καλεῖ· οὐδαμοῦ διαίρεσιν διδοὺς τῷ σαρκωθέντι Θεῷ Λόγῳ μετὰ τὴν ἕνωσιν· πανταχοῦ τῶν ἀσεβῶν ἀποφράττων τὸ στόμα. Ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Ἴδου τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα τοῦτον εἴρηκεν ἐκ νεκρῶν ἀναστάντα. Κυρίλλου. Ὁ μόνος εἰδὼς τὸν Πατέρα, καὶ ὑπὸ μόνου γινωσκόμενος τοῦ Πατρὸς, ἡ σοφία καὶ ὁ Λόγος αὐτοῦ, “ὁ τῆς μεγά- “λῆς βουλῆς Ἄγγελος” κατὰ τὴν τοῦ Προφήτου φωνήν, τῆς μετὰ σαρκὸς οἰκονομίας ἡμῖν τὸ μυστήριον εὖ μάλα διατρανοῖ· Υἱὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ ἐξ αὐτῆς ἀναλάμψας τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, κατὰ τὴν Ἰωάννου φωνήν· καὶ κεχρημάτικεν ἀδελφὸς τῶν ἐπὶ τῆς γῆς, καὶ τὴν κατὰ σάρκα μεθ’ ὑμῶν ὑπέστη γέννησιν· καίτοι προαιώνιος ὣν καὶ ἀεὶ συνυφεστηκὼς τῷ γεγεννηκότι, πλὴν εἰ καὶ γέγονε σάρξ. ἴδιον ὄντα Υἱὸν οἶδεν αὐτὸν καὶ οὕτως ὁ Πατήρ ἔφη γὰρ, ὅτι Υἱός “μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε·” ὁρᾶς ἐναργῆ τὴν ὁμοτὸν λογίαν ἤγουν τὴν ἀνάρρησιν· τὸ μὲν γὰρ “εἶ” τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ’ ἢν ἀεὶ τοῦτο, τουτέστιν Υἱός· ἐπήνεγκε δὲ τὸ “σήμερον ἐγέννησά σε, ἵνα τὴν νεοτάτην αὐτοῦ καὶ κατὰ σάρκα δείξῃ γέννησιν, ἣν ὑπέμεινεν ἑκὼν διὰ τῆς ἁγίας παρθένου· ταύτῃ τοι καὶ θεοτόκος ὠνόμα- σται. Ἡσυχίου Πρεσβυτέρου. ταῦτα τῇ ἐνανθρωπήσει τοῦ Χριστοῦ πρέπει δήπου τὰ ῥήματα· ἥτις χρονικὴν εἶχε τὴν ἐπιφοίτησιν· σιν· τὸ γὰρ σήμερον καὶ αὔριον ἡμερῶν ἐστὶ παραστατικόν· ἀχρόνως γὰρ παρὰ τοῦ Πατρὸς, ὡς καὶ παῖδες αἱρετικῶν ὁμολογοῦσι, τίκτεται. Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθορὰν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαβὶδ τὰ πιστά. Σευήρου ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆς πρὸσ Τιμόθεον Ἀρχιεπίσκοπον Ἀλεχανδρείασ ἐπιστολῆσ. ψεύδεται γοῦν ὁ λέγων ὁμολογεῖν τὸ σῶμα τοῦ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ παθητὸν, ἤτοι παθῶν δεκτικόν· καὶ κατὰ ταὐτὸν λέγων αὐτὸ καὶ πρὸ τῆς ἀναστάσεως ἄφθαρτον, τουτέστιν ἀπαθὲς καὶ ἀθάνατον· τὴν γὰρ κατὰ τὸ ἀναμάρτητον ἀφθαρσίαν πρόδηλον ὡς εἶχεν ἐξ αὐτοῦ του καιροῦ τῆς σαρκώσεως· Διὸ καὶ ἐν ἑτέρῳ λέγει, οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῆ, ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ. Τοῦ Αὐτοῦ ἐκ Τῆσ Πρὸσ Αἰδεσινοὺσ r ἐπιστολῆσ. Ἀφθαρσίας χωρίον ἀπεργασαμένη τὸν τάφον· ἐξ αὐτοῦ γὰρ ἡμῖν ἐγερθεὶς ὁ Χριστὸς, ὡς ἀφθαρσίας ἀληθῶς ἡγεμὼν ἀνατέταλκεν, ἵνα καὶ ἡμεῖς ἐκ τῶν τάφων διαναστάντες κατὰ τὴν ἐπιζομένην ἀνάστασιν, ἐν νεφέλαις αὐτῷ τὸ δεύτερον ἐρχομένῳ μετὰ δόξης εἰς ἀέρα προσαπαντησωμεν. Ησυσίου Πρεσβυτέρου. Ὁ γὰρ Χριστὸς κατὰ τὸν καιρὸν τοῦ πάθους, καὶ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸ σῶμα χωρὶς φθορᾶς ὡς Θεὰς διεφύλαξεν. Καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὐκ εἶδε διαφθοράν. Ὁ τὴν φύσιν φθαρτὸς ὣν καὶ πρὸ θανάτου ὁρᾶ ἑαυτὸν φθειρό- μενον. Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοὶ, ὅτι διὰ τοῦτο ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται· καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωυσέως δικαιωθῆναι, ἐν τούτω πᾶς ὁ πιστεύων δικαιοῦται. Τοῦ Χρυσοστόμου. Καὶ Πέτρος ἅτε ἀρχῆς οὔσης περὶ αὐτοῦ μνημονεύων ἔλεγεν· “ἐξὸν εἰπεῖν μετὰ παρρησίας περὶ πατριάρ- “χοῦ Δαβίδ·” καὶ οὐ λέγει ὅτι ἐτελεύτησεν, ἀλλὰ “προσετέθη “πρὸς πρὸς τοὺς πατέρας αὐτοῦ. καὶ ὅρα πῶς οὐδαμοῦ τὰ κατορθώματα αὐτῶν τίθησιν, ἀλλ’ εὐεργεσίας τοῦ Θεοῦ, ἐξελέξατο, ὕψω- σεν, ἐτροποφόρησε· ταῦτα δὲ οὐκ ἐκείνων ἐγκώμια· ᾐτήσαντο, ἔδωκε· τὸν Δαβὶδ ἐγκωμιάζει μόνον, ἐπειδὴ ἐξ αὐτοῦ ὁ Χριστός. Τοῦ Αὐτοῦ. Τί μὴ ἐπήγαγε μαρτυρίαν δι’ ἧς ἔμελλον θεσθαι ὅτι ἄφεσις ἁμαρτιῶν δι’ αὐτοῦ γίνεται; ὅτι τὸ σπουδαζό- μένον τοῦτο ἦν, δεῖξαι τέως ὅτι ἀνέστη· τοῦτο δὲ ὡμολογημένου· ἐκεῖνο ἀναμφισβήτητον ἦν. Καὶ μετ’ ὀλίγα—ὅρα πῶς πλέκει ’τον λόγον ἄπο τῶν παρόντων ἄπο τῶν προφήτων· ἄπο του σπερματος τοῦ κατ’ ἐπαγγελίαν· εἶτα τὸν Ἰωάννην ἐπάγει πάλιν· κρίναντες ναντες ἐπλήρωσαν πάντα τὰ γεγραμμένα· εἶτα μάρτυρας τοὺς Ἀποστόλους τῆς ἀναστάσεως· εἶτα τὸν Δαβὶδ μαρτυροῦντα· οὐδὲ γὰρ τὰ παλαιὰ ἰσχυρὰ καθ’ ἑαυτὰ ἐδόκει εἶναι· οὕτως οὔτε ταῦτα ἄνευ ἐκείνων ὥστε δι’ ἑκατέρων πιστοῦται τὸν λόγον. Ἀμμωνίου. Σημειωτέον ὅτι ὁ εἰς τὸν Χριστὸν πιστεύων, καὶ δικαιοῦται καὶ ἄφεσιν ἁμαρτιῶν λαμβάνει· ὁ γὰρ νόμος Μωυσέως οὐκ ἄδικος ἀλλὰ σκληρὸς, καὶ δυνάμενος δὲ δικαιῶσαι τὸν ἀμέμπτως πάντα τὰ τοῦ νόμου τελέσαντα· διὸ ἀδύνατος εἰς κατόρθωσιν τοῖς ἀνθρώποις ἐφάνη, διὰ τὸ τὸν ἑνὶ πταίοντα γίνεσθαι πάντων ἔνοχον· οὐχ ὁ νόμος οὖν οὐκ ἠδύνατο δικαιῶσαι, ἀλλὰ τὸ ἀκατορθωτὸν αὐτοῦ ἀδυνάτους ἐποίει τοὺς ἀνθρώπους διὰ τῶν ἐντολῶν τοῦ νόμου δικαιωθῆναι· καθὼς καὶ τὸ ῥῆμα φησὶν, “ὧν οὐκ “ἠδυνήθητε ἐν νόμῳ Μευσίεως δικαιωθῆναι.” βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφηταῖς, ἴδετε, οἱ καταφρονηταὶ, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, Κυρίλλου. Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε· καὶ ὃ τραχὺ ὂν πῶς ὑποτέμνεται· μὴ ἐπέλθῃ, φησὶν, ἐφ’ ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον. Τοῦ Χρυσοστόμου. Κατακεκραγότες τῆς ἀδίκου κρίσεως τοῦ προφήτου Ἀββακοὺμ ἀποκρίνεται ὁ Θεὸς τοῖς ἀδικοῦσι, τὰς ἐσομένας συμφορὰς αὐτοῖς προαπαγγέλλων· θαυμάσια δὲ λέγει τὰ αὐτοῖς συμβήσεσθαι μέλλοντα· καὶ γὰρ ἦν πολλῆς ἐκπλήξεως ἄξιον, πῶς ὁ Ἰσραὴλ, ὁ ἐν τέκνοις κατηριθμημένος Θεοῦ καὶ πρωτότοκος ὠνομασμένος, καὶ δι’ ὧν ἀπόλωλεν Αἴγυπτος, παραδέδοται τοῖς Βαβυλωνίοις· καὶ οὐ μόνον μαχαίρᾳ, ἀλλὰ γὰρ καὶ δουλείᾳ καὶ αἰχμαλωσίᾳ καὶ τοῖς ἀπευκτοῖς ἅπασι· ταῦτα δέ, φησι, τοσαῦτα καὶ τηλικαῦτα τὸ μέγεθός ἐστιν, ὡς καὶ ἀπιστεῖσθαι ειτις ἀυτὰ ὑμῖν προαπαγγέλλοι. Θεολότου s Ἀγκύρασ. ταῦτα μὲν προφανῶς δοκεῖ λέγειν ἱστορικῶς· ἡ δὲ τῶν ῥητῶν ἔννοιά ἐστι τοιαύτη· ἀπὸ τῆς τῶν κριτῶν ἀδικίας ἐπὶ καθολικὴν οἰκονομίαν ὁ προφήτης Ἀμβακοὺμ τὸν λόγον ἀπήγαγεν· ὡς τῶν οὕτως ἐχόντων πραγμάτων θαυμαστῆς δεομένων ἐπιμελείας, ἐκπληττούσης καὶ ἀφανιζούσης τοὺς καταφρονητάς· ποίαν δ’ ἃν εἴποιμεν θαυμαστὴν ἐπιμέλειαν, ἢ τὴν διὰ τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ ἐπιδημίας γενομένην· ἐν ᾗ προηγουμένως μὲν τοὺς χαλεποὺς ὑβριστὰς τῆς ἡμετέρας φύσεως δαίμονας ἠφάνισεν· ἐχαλίνωσε δὲ καὶ τὴν ἀδικίαν, ὅπως πληρωθῇ τὸ ἐν Ψαλμοῖς εἰρημένον “ἀνάστηθι Κύριε, μὴ κραταιούσθω ἄν- “θρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον, Κύριε, νομο- θέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν. Ἔργον, ᾧ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. Τοῦ Αὐτοῦ. Μῆ θαυμάσητε ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ προείρηται ἄνωθεν. Ἐξιόντων δὲ αὐτῶν εἰς τὸ μεταξὺ σάββατον παρεκάλουν λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον αὐτοὺς τοὺς προσμένειν τῆ χάριτι τοῦ Θεοῦ· τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου. Ἀμμωνίου. “Εἰς τὸ μεταξὺ Σάββατον·” ἀντὶ τοῦ τὸ ἐσσό- μενον, ὡς σαφηνίζει κάτω. Τοῦ Αὐτοῦ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν· οὐχὶ τότε ἐθαυμάσθῃ μόνον, ἀλλὰ καὶ ἐπιθυμίαν αὐτοῖς δευτέρας ἐνέβαλεν ἀκροάσεως· εἰπὼν τινὰ σπέρματα, καὶ μὴ ἐπιλύσας, μηδὲ ἐπεξελθὼν τῷ λόγῳ, ὥστε αὐτοὺς ἀναρτῆσαι καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ μὴ χαυνοτέρους ἐργάσασθαι τῷ πάντα ἀθρόον εἰς τὰς ἐκείνων ῥίψαι ψυχὰς, εἶπεν, “ὅτι ἄφεσις ἁμαρτιῶν ὑμῖν διὰ τούτου κατήγγελται· τὸ δὲ πῶς οὐκ ἐδήλωσε· διατί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; οὐκ ἢν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐμμένειν. Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, βλασφημοῦντες. Τοῦ Χρυσοστόμου. Ὄρα τὴν κακίαν πληττομένην ἐν τῷ πλήττειν ἑτέρους· τοῦτο μᾶλλον αὐτοὺς ἐποίει λαμπροὺς, τὸ ἀντιλέγειν ἐκείνους· τὸ πρῶτον αὐτόματοι παρεκάλεσαν. Τοῦ Αὐτοῦ. Διατὶ πρὸ τούτου οὐκ ἀντέλεγον; ὁρᾶς ὅτι πάθει ἐκινοῦντο, καὶ οὐκ ἀντέλεγον μόνον, ἀλλὰ καὶ ἐβάσφήμουν· καὶ γὰρ ἡ κακία οὐδαμοῦ ἵσταται. Τοῦ Αὐτοῦ. τοσαύτη τῆς βασκανίας ἡ τυραννίς· πολλοὶ γὰρ τήκονται καὶ ἀπόλλυνται, ὅταν ἑτέρους εὐδοκιμοῦντας ἴδωσιν, ὅταν ἐκκλησίαν ὠφελουμένην ὁλόκληρον, ἢ λόγῳ ἣ ἑτέρῳ τινὶ τρόπῳ· οὗ τι χεῖρον γένοιτ’ ἄν; οὐδὲ γὰρ τῷ ἀδελφῷ λοιπὸν, ἀλλὰ καὶ τῷ θελήματι τοῦ Θεοῦ οἱ τοιοῦτοι μάχονται. Περὶ μεταθέσεως τοῦ κηρύγματος εἰς τὰ ἔθνη, διωγμοῦ τὲ αὐτῶν ἐκεῖ καὶ ἀφίξεως εἰς Ἰκόνιον. Παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον, Τοῦ Αὐτοῦ. Ὁρᾶς πῶς φιλονεικήσαντες μᾶλλον ἐξέτειναν κήρυγμα, καὶ μᾶλλον ἔδωκαν ἑαυτοὺς εἰς τὰ ἔθνη· ἀπολογησά- μένοι, καὶ ὑπευθύνους ἑαυτοὺς ποιήσαντες παρὰ τοῖς οἰκείοις· καὶ οὐκ εἶπεν, ἀνάξιοι ἐστὲ, ἀλλ’ ἐκρίνατε ἑαυτοὺς ἀναξίους. Υμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· Τοῦ Αὐτοῦ. Διὰ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρέργου νομίσῃ τις τοῦτο γεγενῆσθαι. Επειδὴ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ, στρεφόμεθα εἰς τὰ ἔθνη. Τοῦ Αὐτοῦ. Οὐδὲν ὑβριστικὸν, ὃ δὴ καὶ ἐπὶ τῶν ἐποίουν· μὴ λαλεῖτε ἡμῖν, φησὶ, λαλιάν. Τοῦ Αὐτοῦ. Οὐχ ἡμᾶς· οὐ γὰρ εἰς ἡμᾶς ἡ ὕβρις ἡ ὑμῶν· ἵνα γὰρ μή τις εὐλαβείας εἶναι νομίσῃ, τὸ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, διὰ τοῦτο πρῶτον εἶπεν “ἀπωθεῖσθε αὐτὸν,” καὶ τότε “στρεφόμεθα εἰς τὰ ἔθνη·” πολλῆς ἐπιεικείας γέμει τὸ ῥῆμα· οὐκ εἶπε καταλιμπάνομεν ὑμᾶς, ἀλλ’ ὥστε δυνατὸν φησὶν, καὶ ἐν- ταῦθα πάλιν στραφῆναι· καὶ τοῦτο οὐκ ἀπὸ τῆς ὑμετέρας ὕβρεως γέγονεν· οὕτω γὰρ ἐντέταλται ἡμῖν· τι οὑν οὐκ ἐποιήσατε τοῦτο; ἔδει μὲν ἀκοῦσαι τὰ ἔθνη· καὶ τοῦτο οὐ πρὸ ὑμῶν· παρ’ ὑμῶν δὲ γέγονε τὸ πρὸ ὑμῶν· Ἀμμωνίου πρεσβυτέρου. “Καὶ οὐκ ἀξίους κρίνετε ἑαυτούς· ὥστε οὖν ὁ Θεὸς οὐδὲν ἀνάξιον λέγει τοῦ σωθῆναι ἢ εἰς τὴν βασιλείαν αὐτοῦ εἰσελθεῖν, οὔτε τὸ ἐναντίον κρίνειν τὸν ἄνθρωπον ἄξιον εἶναι κολάσεως· ἀλλ’ ἡμεῖς ἑαυτοὺς κρίνομεν κατὰ τὴν ἑκούσιον ἡμῶν κακίαν, ἀναξίους μὲν τῆς αἰωνίου ζωῆς, ἀξίους δὲ τῆς αἰωνίου κολάσεως· ὥστε οὖν ἐν ἡμῖν ἡ κρίσις, τό τε τῆς μελλούσης καταστάσεως κλήρωμα. Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος, τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Τοῦ Χρυσοστόμου. Τουτέστιν εἰς γνῶσιν τὴν ἐπὶ σωτηρίᾳ. καὶ οὐχ ἁπλῶς “ἔθνη,” ἀλλὰ πάντων “ὅσοι ἦσαν τεταγμένοι εἰς “ζωὴν αἰώνιον καὶ τοῦτο τεκμήριον τοῦ κατὰ Θεοῦ γνώμην αὐτοὺς προσλαβέσθαι· τεταγμένοι δὲ οὐ κατ’ ἀνάγκην· οὓς προέγνω φησὶ κα προώρισεν· Κυρίλλου. Ἐπέλαμψε τοίνυν τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φωτὸς θείου μεμεστωμένην ἀπέφηνε τὴν ὑπ’ οὐρανὸν, καὶ καθαροῖς διανοίας ὄμμασι τὴν θείαν τὲ καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν· καὶ τοὺς τῆς πνευματικῆς λατρείας καθιερῶσαι τρόπους. Θεοδωρήτου. Γένος τοῦ Κυρίου κατὰ σάρκα κοινὸν μὲν, ἅπασα τῶν ἀνθρώπων ἡ φύσις, ἴδιον δὲ καὶ πελάζον ὁ Ἰσραήλ· ἐπειδὴ τοίνυν πρὸς μὲν τὸν Ἰσραὴλ παρεγένετο· τὰ δὲ ἔθνη διὰ τῶν Ἀποστόλων ἐφώτισε· δέδωκά σε, φησι, τούτοις διὰ τὴν πρὸς τοὺς αὐτῶν γεγενημένην ἐπαγγελίαν· φωτιῶ δὲ διὰ σοῦ τὰ ἔθνη, καὶ πᾶσιν ἀνθρώποις παρέξω τὴν σωτηρίαν· τοῦτο γὰρ σημαίνει τὸ “ἕως ἐσχάτου τῆς γῆς· καὶ πέρας ἐπιθήσω ταῖς πρὸς τοὺς πατέρας αὐτῶν γεγενημέναις μοι συνθήκαις· τὴν γὰρ διαθήκην συνθήκην οἱ λοιποὶ ἡρμήνευσαν. Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, Τοῦ Χρυσοστόμου. τοῦτο καὶ τούτους προθυμοτέρους ἐποίει· ὅταν ὀφειλόντων ἐκείνων ἀκοῦσαι πρότερον, αὐτοὶ τούτων ἀπολαύουσι· κἀκείνους μᾶλλον ἔδακνεν. Καὶ ἐπίστευσαν, ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. Τοῦ Αὐτοῦ. Τουτέστιν ἀφωρισμένοι τῷ Θεῷ· ὅρα πῶς νυσι τὸ τάχος τῆς ὠφελείας. Διδύμου. Ἐπεὶ τὸ “ἐπίστευσαν προαιρετικὴν ἐνέργειαν δηλοῖ, καὶ οὐκ οὐσιώδη ὁρμὴν, πεπιστευκέναι τοὺς “ὅσοι ἦσαν τεταγμένοι,” ἀνενεκτέον εἰς πρόγνωσιν Θεοῦ καὶ προορισμὸν, ἀλλ’ οὐκ εἰς ὑπόστασιν οὐσιωδῶς κεκτημένην τοῦτο. Εξ ἀνεπιγράφου. Προειρηκὼς τὸ “ἐπίστευσαν· καὶ δεί s τὸ αὐτοπροαίρετον τῶν ἀνθρώπων, ἐπήγαγε τὸ “ὅσοι ἦσαν τεταγμένοι “εἰς ζωὴν αἰώνιον· ἵνα ᾖ τὸ “τεταγμένοι” ἀπὸ τῆς πίστεως· πιστεύσαντες φησὶ, καὶ εἰς τοῦτο τὸ τάγμα ἐλθόντες. Ἀμμωνίου. Ὥστε κατὰ μὲν πρόγνωσιν οἱ “τεταγμένοι εἰς οὗτοι ἐπίστευσαν, πλὴν οἰκείᾳ γνώμῃ καὶ προαιρέσει· ἡ γὰρ τοῦ Θεοῦ πρόγνωσις οὐκ ἀναιρεῖ τῆς ἡμετέρας βουλήσεως τὸ αὐτεξούσιον· ὅπου πρὸ καταβολῆς κόσμου προορισθεὶς ὁ Παῦλος κατὰ τὴν τοῦ θείου πρόγνωσιν, σκεῦος ἐκλεκτὸν ἔσεσθαι, οὐκ ἐκ κοιλίας μητρὸς ἔτυχε τούτου, οὐδὲ ἐν νέᾳ ἡλικίᾳ, ἀλλὰ μετὰ προκοπὴν χρόνου, ὅτε εἰχεν ἑαυτοῦ γνῶσιν καλοῦ καὶ ἀγαθοῦ καὶ κατὰ τὴν ἑαυτοῦ γνώμην πρῴην βλάσφημος ὢν καὶ διώκτης, ὕστερον διὰ τῆς τοῦ Ἰησοῦ χάριτος μετέγνω, φοβηθεὶς τὴν ἐν τῆ ὁδῷ ὀπτασίαν, καὶ ἑκὼν πιστεύσας τῷ Ἰησοῦ. εἰ δέ τις φησὶ διατὶ οὖν καὶ νῦν οὐ γίνεται φόβος τοῖς ἀπιστοῦσιν ἵνα μεταγνῶσιν, ἐκεῖνο λεκτέον· ὅτι οὐ πᾶς ἄνθρωπος ἔκφοβος μετανοεῖ· ἀλλ’ ὁ ἀγαθῇ προαιρέσει ποιῶν θεοσεβεῖς πράξεις· ὑπὸ δὲ τῆς πατροπαραδότου πίστεως πλανώμενος παρὰ τὴν τοῦ ὄντως ἀληθοῦς γνῶσιν· οἱος ἦν Κορνήλιος, καὶ Παῦλος, καὶ Κλήμης· οἵτινες ἀφιλονείκως πιστεύ- σαντες τῇ ἀληθῇ τῶν γραφῶν διδασκαλίᾳ ἐσώθησαν· καὶ ταῦτα ὄντες ἐκ τῆς ἔξωθεν παιδείας. Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι’ ὅλης τῆς χώρας. Τοὐ Χρυσοστόμου. ἀντὶ τοῦ διεκομίζετο, ἀντὶ τοῦ οὐκ ἔστησαν μέχρι τοῦ ζήλου, ἀλλὰ καὶ ἔργα προσέθηκαν· ὅρα πάλιν διωκόμενοι πῶς ἕτερα κατασκευάζουσι μεγάλα· διὰ τοῦ ζήλου κατεσκεύαζον παρρησιάσασθαι αὐτοὺς καὶ εἰς τὰ ἔθνη ἐλθεῖν. Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας, καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. Τοῦ Αὐτοῦ. Ὁρᾶς ὅσον ἤνυσαν ἐναντιούμενοι τῷ εἰς ὅσην αἰσχύνην τὰς γυναῖκας ἤγαγον. Ἀμμωνίου. “Εὐσχήμονας” λέγει τὰς πλουσίας· “σεβομένας δὲ οὐ τὰς πιστὰς λέγει, ἀλλὰ τὰς Ἑλληνίδας ἤτοι Ἰουδαίας· πλὴν ὡς κάκιστοι καὶ μιμηταὶ τοῦ ἀρχεκάκου δαίμονος καὶ παραβάτου, διὰ τῶν γυναικῶν ἀποκλεῖσαι σπουδάζουσι τοῖς ἀνθρώποις τὴν ὁδὸν τῆς σωτηρίας· ὥσπερ κἀκεῖνος διὰ τῆς Εὔας ἀπέκλεισε πρὸς καιρὸν τοῖς ἀνθρώποις τὸν παράδεισον, ὃν ὁ Θεὸς Ἰησοῦς ἀνέῳξε πάλιν τοῖς πιστεύουσιν ἐπὶ τὸ ὄνομα αὐτοῦ, καὶ εἰσήγαγεν αὐτοὺς ἐκεῖ· ὧν πρῶτος εἰσῆλθε σὺν αὐτῷ ὁ λῃστής. Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον. Τοὐ Χρυσοστόμου. Ἐνταῦθα τὸ φοβερὸν λοιπὸν ἐποίουν, ὅπερ προσέταξεν ὁ Χριστός· “ἐὰν ἐὰν μή τις ὑμᾶς δέξηται, ἐκτινάξατε “τὸν κονιορτὸν τῶν ποδῶν. αὐτοὶ δὲ οὐχ ἁπλῶς τοῦτο ἐποίησαν· ἀλλ’ ἐπειδὴ ἀπηλάθησαν παρ’ αὐτῶν. Καὶ πάλοιν—ὃ ὃ γὰρ δοκεῖ εἶναι ἀτιμίας τὸ πάντοθεν ἐλαύνεσθαι, τοῦτο τιμῆς ἡμῖν εἶναι φαίνεται μεγίστης πρόξενον. Οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου. Τοῦ Χρυσοστόμου. Ἐδιώκοντο οἱ διδάσκαλοι, καὶ αὐτοὶ ἔχαιρον· εἶδες φύσιν εὐαγγελίου δύναμιν ἔχοντος πολλήν. Καὶ πάλιν—Πάθος γὰρ διδασκάλου παρρησίαν οὐκ ἐκκόπτει, προθυμό- τερον δὲ ποιεῖ τὸν μαθητήν.